Mufananidzo weYouVersion
Mucherechedzo Wekutsvaka

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1

1
Prologue
1Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. 2Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. 3Πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. 4Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. 5Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
John—a witness to the Light
6Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. 7Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι᾿ αὐτοῦ. 8Οὐκ ἦν ἐκεῖνος τὸ φῶς ἀλλ᾿ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. 9Ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. 10Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. 11Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. 12Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· 13οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾿ ἐκ Θεοῦ ἐγεννήθησαν.
Jesus—the Only-begotten
14Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς, παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας. 15Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων, «Οὗτος ἦν ὃν εἶπον, ‹Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.› » 16Καὶ#και f35 A,W [99%] CP,HF,RP,OC,TR ¦ οτι 𝕻66,75ℵB,C,D [1%] NU ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος. 17Ὅτι ὁ νόμος διὰ Μωσέως#μωσεως f35 A [95%] CP,HF,RP,TR ¦ μωυσεως 𝕻66,75ℵB,C,W [5%] OC,NU ἐδόθη· ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. 18Θεὸν οὐδεὶς ἑώρακεν πώποτε. Ὁ μονογενὴς Υἱός,#ο μονογενης υιος f35 A(W) (99%) HF,RP,OC,TR ¦ 1 μονογεννης 3 (0.6%) CP ¦ 12 θεος 𝕻75 (0.1%) ¦ 2 θεος 𝕻66ℵB,C (0.3%) NU ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο.
John the baptizer performs his office
19Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν#απεστειλαν f35 𝕻66,75ℵW [98%] CP,HF,RP,OC,TR ¦ 1 προς αυτον (A)B,C [2%] [NU] (A [1.5%] place it after λευιτας.) οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν, «Σὺ τίς εἶ;» 20Καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι «Οὐκ εἰμὶ ἐγὼ#ουκ ειμι εγω f35 [99%] CP,HF,RP,OC,TR ¦ ∼ 312 𝕻66,75ℵA,B,C,W [1%] NU ὁ Χριστός.» 21Καὶ ἠρώτησαν αὐτόν, «Τί οὖν, Ἠλίας εἶ σύ;»#τι ουν ηλιας ει συ f35 A [99%] CP,HF,RP,OC,TR ¦ ∼ 12534 (𝕻75)C [0.3%] NU ¦ ∼ 52134 B ¦ 1234 ℵ [0.2%] ¦ ∼ τις 2534 𝕻66 ¦ ∼ παλιν 12543 W ¦ three further variants Καὶ λέγει, «Οὐκ εἰμί.» «Ὁ Προφήτης εἶ σύ;» Καὶ ἀπεκρίθη, «Οὔ.» 22Εἶπον#ειπον f35 ℵA,N [99.5%] CP,HF,RP,OC,TR ¦ ειπαν 𝕻66,75B,C,W [0.5%] NU (A similar statement obtains in 1.25,38; 2.18,20; 3.26; 9.20; 11.46; 12.19.) οὖν αὐτῷ, «Τίς εἶ;—ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. Τί λέγεις περὶ σεαυτοῦ;» 23Ἔφη, «Ἐγὼ φωνὴ βοῶντος· ‹Ἐν τῇ ἐρήμῳ εὐθύνατε τὴν ὁδὸν Κυρίου,› καθὼς εἶπεν Ἡσαΐας#ἡσαιας f35 CP,OC,TR? ¦ ησαιας rell (A similar statement will obtain wherever the name occurs.) ὁ προφήτης.»
24Καὶ οἱ#οι f35 N,W [99%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75ℵA,B,C [1%] NU ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. 25Καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον#ειπον rell ¦ ειπαν 𝕻66,75B,C,NU αὐτῷ, «Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε#ουτε f35 [98%] CP,HF,RP,OC,TR ¦ ουδε 𝕻(5)66,75ℵA,B,C,N,W [2%] NU (Both times.) Ἠλίας οὔτε ὁ Προφήτης;» 26Ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων, «Ἐγὼ βαπτίζω ἐν ὕδατι, μέσος δὲ#δε f35 𝕻119A,N,W [99%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75,120ℵB,C [1%] NU ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε. 27Αὐτός ἐστιν ὁ#αυτος εστιν ο f35 A (96.2%) CP,HF,RP,OC,TR ¦ ουτος 23 (1.2%) ¦ 12 (0.1%) ¦ 3 𝕻66,75,119v,120C,N,W (2.1%) NU ¦ --- ℵB (0.4%) ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν,#ος εμπροσθεν μου γεγονεν f35 A [98%] CP,HF,RP,OC,TR ¦ --- 𝕻5,66,75,119v,120ℵB,C,N,W [2%] NU οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος#εγω ουκ ειμι αξιος f35 A (86.4%) CP,HF,RP,OC,TR ¦ ∼ 2314 𝕻119B,T,W (3%) [NU] ¦ ∼ 2341 (0.2%) ¦ 234 𝕻120vℵC,N (6.9%) ¦ 23 ικανος 𝕻66,75 (2.5%) ¦ 123 ικανος (0.8%) ¦ ∼ 231 ικανος (0.1%) ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.»#υποδηματος rell ¦ 1 εκεινος υμας βαπτισει εν πνευματι αγιω και πυρι (N) (8.9%) 28Ταῦτα ἐν Βιθαβαρᾶ ἐγένετο,#εν βιθαβαρα εγενετο f35 [25%] ¦ 1 βηθαβαρα 3 (ℵcCc)Tv [10%] TR ¦ 1 βηθανια 3 𝕻75A,B,C,W [65%] CP,HF,RP,OC,NU ¦ ∼ 31 βηθανια 𝕻66ℵ ¦ 1 βηθανια εγενοντο N πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν#ην f35 A,N [99.5%] CP,HF,RP,OC,TR ¦ 1 ο 𝕻66,75ℵB,C,W [0.5%] NU Ἰωάννης βαπτίζων.
Behold the Lamb of God!
29Τῇ ἐπαύριον βλέπει ὁ Ἰωάννης#ο ιωαννης f35 [50%] CP,OC,TR ¦ --- 𝕻5,66,75ℵA,B,C,N,W [50%] HF,RP,NU (OC has small print.) τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει· «Ἴδε, ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. 30Οὗτός ἐστιν περὶ#περι f35 A,N (98.9%) CP,HF,RP,OC,TR ¦ υπερ 𝕻5,66,75,106ℵB,C,T,W (0.6%) NU ¦ --- (0.1%) ¦ long omission (0.4%) οὗ ἐγὼ εἶπον, ‹Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.› 31Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾿ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ#τω f35 A,N [95%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75ℵB,C,W [5%] NU ὕδατι βαπτίζων.»
32Καὶ ἐμαρτύρησεν#εμαρτυρησεν rell ¦ 1 ο [20%] Ἰωάννης λέγων ὅτι «Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς#ως f35 𝕻75,106(ℵ)A,B,C,N,W [60%] OC,NU ¦ ωσει 𝕻66 [40%] CP,HF,RP,TR περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾿ αὐτόν. 33Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, ‹Ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾿ αὐτόν—οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ.› 34Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.»
Jesus begins His public ministry
35Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. 36Καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει, «Ἴδε, ὁ Ἀμνὸς τοῦ Θεοῦ.» 37Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ#αυτου οι δυο μαθηται f35 A,N (93.6%) CP,HF,RP,OC,TR ¦ αυτω 234 (0.7%) ¦ αυτον 234 (0.2%) ¦ ∼ 2341 ℵB (1.6%) NU ¦ ∼ 2314 𝕻66,75C,W (1.1%) ¦ 12341 (1.1%) ¦ 124 (0.5%) ¦ 134 (0.2%) ¦ 234 (0.4%) ¦ five other variants (0.4%) λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. 38Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς, «Τί ζητεῖτε;» Οἱ δὲ εἶπον αὐτῷ, «Ῥαββί» (ὃ λέγεται ἑρμηνευόμενον#λεγεται ερμηνευομενον f35 ℵ (94.5%) CP,HF,RP,OC,TR ¦ 1 μεθερμηνευομενον 𝕻66,75A,B,C,N(W) (3.1%) NU ¦ ερμηνευεται (0.5%) ¦ εστιν (1.3%) ¦ εστιν μεθερμηνευομενον (0.2%) ¦ --- (0.4%) ¦ two other variants (0.1%) Διδάσκαλε), «ποῦ μένεις;» 39Λέγει αὐτοῖς, «Ἔρχεσθε καὶ ἴδετε.»#ιδετε f35 ℵA [98%] CP,HF,RP,OC,TR ¦ ιδεται N ¦ οψεσθε 𝕻5,66,75B,C [2%] NU ¦ οψεσθαι W Ἦλθον#ηλθον f35 [98%] CP,HF,RP,TR ¦ 1 ουν ℵA,N [1.5%] OC ¦ ηλθαν ουν 𝕻5v,66,75B,C,W [0.5%] NU καὶ εἶδον#ειδον f35 ℵA [99.5%] CP,HF,RP,OC,TR ¦ ειδαν 𝕻66,75B,C,W [0.5%] NU ¦ ιδον N ποῦ μένει, καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην—ὥρα#ωρα f35 𝕻66,75ℵA,B,C,W [95%] CP,HF,RP,OC,NU ¦ 1 δε [5%] TR ἦν ὡς δεκάτη. 40Ἦν Ἀνδρέας, ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ. 41Εὑρίσκει οὗτος πρῶτος#πρωτος f35 ℵW [95%] CP,HF,RP,OC,TR ¦ πρωτον 𝕻66,75A,B [5%] NU τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ, «Εὑρήκαμεν τὸν Μεσίαν»#μεσιαν f35 [95%] CP,HF,RP ¦ μεσσιαν 𝕻66,75ℵA,B,W [5%] OC,TR,NU (ὅ ἐστιν μεθερμηνευόμενον#μεθερμηνευομενον rell ¦ 1 ο [5%] TR Χριστός). 42Καὶ#και f35 A,W [99%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75,119vℵB [0.5%] NU ¦ ουτος [0.5%] ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. Ἐμβλέψας#εμβλεψας f35 𝕻66,106ℵA,B [80%] HF,RP,OC,NU ¦ 1 δε 𝕻75 [20%] CP,TR ¦ και 1 W αὐτῷ ὁ Ἰησοῦς εἶπεν, «Σὺ εἶ Σίμων, ὁ υἱὸς Ἰωνᾶ·#ιωνα f35 A (99.2%) CP,HF,RP,OC,TR ¦ ιωαννου 𝕻66,75,106ℵ(B)W (0.5%) NU ¦ ιωανα (0.4%) σὺ κληθήσῃ Κηφᾶς» (ὃ ἑρμηνεύεται, Πέτρος).
Nathanael
43Τῇ ἐπαύριον ἠθέλησεν#ηθελησεν f35 𝕻66,75,120ℵA,B,W [80%] CP,HF,RP,NU ¦ 1 ο ιησους [20%] OC,TR ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ,#αυτω f35 [50%] OC,TR ¦ 1 ο ιησους 𝕻66,75(ℵ)A,B,W [50%] CP,HF,RP,NU «Ἀκολούθει μοι.» 44(Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.) 45Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ, «Ὃν ἔγραψεν Μωσῆς#μωσης f35 ℵA [95%] CP,HF,RP,TR ¦ μωυσης 𝕻66,75B,W [5%] OC,NU ἐν τῷ Νόμῳ—καὶ οἱ Προφῆται—εὑρήκαμεν· Ἰησοῦν τὸν#τον f35 A,W [99.5%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75,106ℵB [0.5%] NU υἱὸν#υιον f35 A [40%] CP ¦ 1 του 𝕻66,75ℵB [60%] HF,RP,OC,TR,NU ¦ τω W Ἰωσήφ, τὸν ἀπὸ Ναζαρέτ.»#ναζαρετ f35 𝕻66ℵA,B [80%] CP,HF,RP,OC,TR,NU ¦ ναζαρεθ 𝕻75,106W [20%] (Both times.) 46Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, «Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;» Λέγει αὐτῷ#αυτω f35 𝕻66ℵA,W [99.5%] CP,HF,RP,OC,TR ¦ 1 ο 𝕻75B [0.5%] [NU] Φίλιππος, «Ἔρχου καὶ ἴδε.»
47Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, «Ἴδε, ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν.» 48Λέγει αὐτῷ Ναθαναήλ, «Πόθεν με γινώσκεις;» Ἀπεκρίθη#απεκριθη rell ¦ 1 ο ℵ [10%] TR Ἰησοῦς καὶ εἶπεν αὐτῷ, «Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε.» 49Ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ·#ναθαναηλ και λεγει αυτω f35 A (93.6%) CP,HF,RP,OC,TR ¦ ∼ 41 𝕻66,75B,W (1%) NU ¦ 12 ειπεν 4 (ℵ) (5%) ¦ ∼ 412 ειπεν (0.2%) ¦ two other variants (0.1%) «Ῥαββί, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ Βασιλεὺς#ει ο βασιλευς f35 𝕻66ℵ [98%] CP,HF,RP,OC,TR ¦ ∼ 31 𝕻75A(B)W [2%] NU τοῦ Ἰσραήλ.» 50Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· «Ὅτι εἶπόν σοι,#σοι f35 [98%] CP,HF,RP,OC,TR ¦ 1 οτι 𝕻66,75ℵA,B [2%] NU ¦ οτι W ‹Εἶδόν σε ὑποκάτω τῆς συκῆς,› πιστεύεις; Μείζω τούτων ὄψει.»#οψει f35 [70%] CP,HF,RP,OC,TR ¦ οψη 𝕻66,75ℵA,B,W [30%] NU 51Καὶ λέγει αὐτῷ, «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε#απ αρτι οψεσθε f35 A (96%) CP,HF,RP,OC,TR ¦ 12 οψεσθαι (3%) ¦ 3 𝕻66,75B (0.7%) NU ¦ οψεσθαι ℵW (0.3%) τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ Ἀνθρώπου.»

Zvasarudzwa nguva ino

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1: F35

Sarudza vhesi

Pakurirana nevamwe

Sarudza zvinyorwa izvi

None

Unoda kuti zviratidziro zvako zvichengetedzwe pamidziyo yako yose? Nyoresa kana kuti pinda