ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2
2
Water into wine
1Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ. 2Ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. 3Καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν, «Οἶνον οὐκ ἔχουσιν.» 4Λέγει#λεγει f35 𝕻75ℵ [98%] CP,HF,RP,OC,TR ¦ και 1 𝕻66A,B(W) [2%] [NU] αὐτῇ ὁ Ἰησοῦς· «Τί ἐμοὶ καὶ σοί, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου.» 5Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις, «Ὅ τι ἂν λέγῃ#λεγη f35 𝕻66,75ℵA,B,W [70%] HF,RP,OC,TR,NU ¦ λεγει [30%] CP ὑμῖν, ποιήσατε.»
6(Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι, κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων,#υδριαι λιθιναι εξ κειμεναι κατα τον καθαρισμον των ιουδαιων f35 A,Nv (95.4%) CP,HF,RP,OC,TR ¦ 1 λιθινοι 3456789 (0.5%) ¦ 13456789 (0.2%) ¦ 12456789 (0.2%) ¦ 12356789 (0.4%) ¦ ∼ 213567894 (−4 ℵ) 𝕻66(75)(ℵ)B (0.9%) NU ¦ ∼ 123567894 W (0.2%) ¦ ∼ 213456789 (1%) ¦ ∼ 132456789 (0.2%) ¦ ∼ 124356789 (0.6%) ¦ five other variants (0.3%) χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.) 7Λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Γεμίσατε τὰς ὑδρίας ὕδατος.» Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. 8Καὶ λέγει αὐτοῖς, «Ἀντλήσατε νῦν, καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ.» Καὶ#και f35 A [95%] CP,HF,RP,OC,TR ¦ οι δε 𝕻66,75ℵB,N,W [5%] NU ἤνεγκαν. 9Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ—οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν (οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ)—φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος 10καὶ λέγει αὐτῷ· «Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν μεθυσθῶσιν, τότε#τοτε f35 A,N [99%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75ℵB,W [1%] NU τὸν ἐλάσσω. Σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.»
11Ταύτην ἐποίησεν τὴν ἀρχὴν#εποιησεν την αρχην f35 ℵW [95%] CP,HF,RP,OC,TR ¦ 13 𝕻75A,B,N [5%] NU ¦ ∼ πρωτην 31 𝕻66 τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ· καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
12Μετὰ τοῦτο κατέβη εἰς Καπερναούμ#καπερναουμ f35 A,N [99.5%] CP,HF,RP,OC,TR ¦ καφαρναουμ 𝕻66,75ℵB [0.5%] NU ¦ --- W (omits phrase) (A similar statement obtains wherever the name occurs.)—αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ#και η μητηρ αυτου και οι αδελφοι αυτου και οι μαθηται αυτου f35 A,N (91%) CP,HF,RP,OC,TR[NU] ¦ 1-7,9-12 𝕻66,75B,0162 (0.5%) ¦ 1-7,9-11 (0.2%) ¦ ∼ 1-4,9-12,5-7 (3.2%) ¦ ∼ 9-12,1-3,5-8 W (0.4%) ¦ 1-8 ℵ (2%) ¦ 1-4,9-12 (1.8%) ¦ ∼ 9-12,5-8 (0.2%) ¦ 1-4 (0.4%) ¦ four further variants (0.3%)—καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
The first cleansing of the Temple—Passover, 27 AD
13Καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. 14Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους. 15Καὶ ποιήσας φραγέλλιον#φραγελλιον f35 ℵA,B,N (82.6%) CP,HF,RP,OC,TR,NU ¦ φραγγελιον (14.4%) ¦ ως 1 𝕻66,75W,0162 (3%) ἐκ σχοινίων,#σχοινιων rell ¦ σχοινιου [1%] CP ¦ σχυνιων N πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας· καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὸ κέρμα, καὶ τὰς τραπέζας ἀνέστρεψεν.#ανεστρεψεν f35 𝕻75A,N,0162 (85.8%) CP,HF,RP,OC,TR ¦ ανετρεψεν 𝕻66B,W (9.2%) NU ¦ κατεστρεψεν ℵ (5%) ¦ two other variants (0.1%) 16Καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· «Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου.» 17Ἐμνήσθησαν δὲ#δε f35 A,N [99%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75ℵB [1%] NU ¦ ∼ και W οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, «Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί#καταφαγεται rell ¦ κατεφαγε [5%] TR ¦ καταφαγετε 𝕻66W [1%] με.»
18Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ, «Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;» 19Ἀπεκρίθη#απεκριθη rell ¦ 1 ο ℵN [10%] TR Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» 20Εἶπον οὖν οἱ Ἰουδαῖοι, «Τεσσαράκοντα#τεσσαρακοντα f35 [95%] CP,HF,RP,OC,TR ¦ τεσσερακοντα 𝕻66ℵA,B [5%] NU ¦ μ 𝕻75W ¦ τεσσερεκοντα N καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη#ωκοδομηθη f35 A,N [99%] CP,HF,RP,OC,TR ¦ οικοδομηθη 𝕻66,75ℵB(W) [1%] NU ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;» 21Ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. 22Ὅτε οὖν ἠγέρθη ἐκ#εκ rell ¦ 1 των [5%] CP νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν·#ελεγεν f35 𝕻66,75ℵA,B,N,W [90%] HF,RP,OC,NU ¦ 1 αυτοις [10%] CP,TR καὶ ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ ᾧ#ω f35 A,N,W (98.2%) CP,HF,RP,OC,TR ¦ ον 𝕻66,75ℵB (1%) NU ¦ αυτου (−ειπεν ο ιησους) (0.7%) ¦ two other variants (0.1%) εἶπεν ὁ Ἰησοῦς.
23Ὡς δὲ ἦν ἐν τοῖς#τοις rell ¦ --- [5%] TR Ἱεροσολύμοις ἐν τῷ Πάσχα, ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει. 24Αὐτὸς δὲ ὁ#ο f35 ℵA,N,W (99.2%) CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75B (0.5%) NU ¦ omit phrase (0.2%) Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν#εαυτον f35 𝕻66N(W) [99%] CP,HF,RP,OC,TR ¦ αυτον ℵA,B [1%] NU ¦ --- 𝕻75 αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας, 25καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου, αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.
Selectat acum:
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2: F35
Evidențiere
Partajează
Copiază
Dorești să ai evidențierile salvate pe toate dispozitivele? Înscrie-te sau conectează-te