ΓΕΝΕΣΙΣ 17
17
1Ἐγένετο δὲ Ἅβραμ ἐτῶν ἐννενηκονταεννέα. Καὶ ὤφθη Κύριος τῷ Ἅβραμ, καὶ εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ Θεός σου· εὐαρέστει ἐνώπιον ἐμοῦ, καὶ γίνου ἄμεμπτος. 2Καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον σου, καὶ πληθυνῶ σε σφόδρα. 3Καὶ ἔπεσεν Ἅβραμ ἐπὶ πρόσωπον αὐτοῦ. 4Καὶ ἐλάλησεν αὐτῷ ὁ Θεὸς, λέγων, Καὶ ἐγὼ ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ· καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν. 5Καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἅβραμ, ἀλλʼ ἔσται τὸ ὄνομά σου Ἁβραὰμ, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. 6Καὶ αὐξανῶ σε σφόδρα σφόδρα, καὶ θήσω σε εἰς ἔθνη· καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται. 7Καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σου, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον εἶναί σου Θεὸς, καὶ τοῦ σπέρματός σου μετὰ σέ. 8Καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναὰν, εἰς κατάσχεσιν αἰώνιον· καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν. 9Καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἁβραὰμ, σὺ δὲ τὴν. διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. 10Καὶ αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις, ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν· περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν. 11Καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. 12Καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν, πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν· καὶ οἰκογενὴς καὶ ὁ ἀργυρώνητος ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου, 13Περιτομῇ περιτμηθήσεται ὁ οἰκογενὴς τῆς οἰκίας σου, καὶ ὁ ἀργυρώνητος· καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον. 14Καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασε. 15Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἁβραὰμ, Σάρα ἡ γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. 16Εὐλογήσω δὲ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸ, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἔσονται. 17Καὶ ἔπεσεν Ἁβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐγέλασε· καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ, λέγων, εἰ τῷ ἑκατονταετεῖ γενήσεται υἱός; καὶ εἰ ἡ Σάῤῥα ἐννενήκοντα ἐτῶν τέξεται; 18Εἶπε δὲ Ἁβραὰμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σου. 19Εἶπε δὲ ὁ Θεὸς πρὸς Ἁβραὰμ, ναί· ἰδοὺ Σάῤῥα ἡ γυνή σου τέξεταί σοι υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ· καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν, εἰς διαθήκην αἰώνιον, εἶναι αὐτῷ Θεὸς καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν. 20Περὶ δὲ Ἰσμαὴλ ἰδοὺ ἐπήκουσά σου· καὶ ἰδοὺ εὐλόγηκα αὐτὸν, καὶ αὐξανῶ αὐτὸν, καὶ πληθυνῶ αὐτὸν σφόδρα δώδεκα ἔθνη γεννήσει, καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα. 21Τὴν δὲ διαθήκην μου στήσω πρὸς Ἰσαὰκ, ὃν τέξεταί σοι Σάῤῥα εἰς τὸν καιρὸν τοῦτον, ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ. 22Συνετέλεσε δὲ λαλῶν πρὸς αὐτὸν, καὶ ἀνέβη ὁ Θεὸς ἀπὸ Ἁβραάμ.
23Καὶ ἔλαβεν Ἁβραὰμ Ἰσμαὴλ τὸν υἱὸν ἑαυτοῦ, καὶ πάντας τοὺς οἰκογενεῖς αὐτοῦ, καὶ πάντας τοὺς ἀργυρωνήτους, καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ Ἁβραὰμ, καὶ περιέτεμε τὰς ἀκροβυστίας αὐτῶν, ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός. 24Ἁβραὰμ δὲ ἐννενηκονταεννέα ἦν ἐτῶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ. 25Ἰσμαὴλ δὲ ὁ υἱὸς αὐτοῦ ἦν ἐτῶν δεκατριῶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ. 26Ἐν δὲ τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, περιετμήθη Ἁβραὰμ, καὶ Ἰσμαὴλ ὁ υἱὸς αὐτοῦ, 27καὶ πάντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ, καὶ οἱ οἰκογενεῖς αὐτοῦ, καὶ οἱ ἀργυρώνητοι ἐξ ἀλλογενῶν ἐθνῶν.
Selectat acum:
ΓΕΝΕΣΙΣ 17: GRCBRENT
Evidențiere
Partajează
Copiază
Dorești să ai evidențierile salvate pe toate dispozitivele? Înscrie-te sau conectează-te
This work is in the PUBLIC DOMAIN. It is not copyrighted. You may not claim a copyright on this work.