YouVersion Logo
Search Icon

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3

3
Jesus and Nicodemus
1Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων. 2Οὗτος ἦλθεν πρὸς τὸν Ἰησοῦν νυκτὸς#προς τον ιησουν νυκτος f35 N [60%] CP,TR ¦ 1 αυτον 4 𝕻66,75A,B,W [40%] HF,RP,OC,NU ¦ ∼ 41 αυτον ℵ καὶ εἶπεν αὐτῷ, «Ῥαββί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος, οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται#ταυτα τα σημεια δυναται f35 [98%] CP,HF,RP,OC,TR ¦ ∼ 4123 𝕻66,75ℵA,B,N [2%] NU ¦ ∼ 4231 W ¦ two other variants ποιεῖν ἃ σὺ ποιεῖς ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾿ αὐτοῦ.» 3Ἀπεκρίθη#απεκριθη f35 𝕻66,75B,W [50%] OC,NU ¦ 1 ο ℵA,N [50%] CP,HF,RP,TR Ἰησοῦς καὶ εἶπεν αὐτῷ, «Ἀμήν, ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ Ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.» 4Λέγει πρὸς αὐτὸν#αυτον f35 𝕻66,75B,N,W [40%] ¦ 1 ο ℵA [60%] CP,HF,RP,OC,TR[NU] Νικόδημος· «Πῶς δύναται ἄνθρωπος γεννηθῆναι, γέρων ὤν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;» 5Ἀπεκρίθη#απεκριθη f35 𝕻66,75ℵA,W (86.9%) CP,HF,RP,OC,NU ¦ 1 ο B,N (13.1%) TR Ἰησοῦς· «Ἀμήν, ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 6Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστιν. 7Μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, ‹Δεῖ ὑμᾶς γεννηθῆναι Ἄνωθεν.› 8Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾿ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος.»
9Ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ, «Πῶς δύναται ταῦτα γενέσθαι;» 10Ἀπεκρίθη#απεκριθη rell ¦ 1 ο ℵN [20%] TR Ἰησοῦς καὶ εἶπεν αὐτῷ· «Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραήλ, καὶ ταῦτα οὐ γινώσκεις; 11Ἀμήν, ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. 12Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε;#πιστευσετε f35 𝕻66ℵA,B [70%] CP,HF,RP,OC,TR,NU ¦ πιστευσητε W [29%] ¦ πιστευετε 𝕻75 [1%] ¦ πιστευεται N 13Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς—ὁ Υἱὸς τοῦ Ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ.#ο ων εν τω ουρανω f35 (A)N (98.4%) CP,HF,RP,OC,TR ¦ --- 𝕻63,66,75ℵB,W (1%) NU ¦ 12 εκ του ουρανου (0.4%) ¦ two other variants (0.1%) 14Καί, καθὼς Μωσῆς#μωσης f35 A [80%] CP,HF,RP,TR ¦ μωυσης 𝕻63,66,75ℵB,N,W [20%] OC,NU ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου, 15ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν#εις αυτον f35 ℵT (96.8%) CP,HF,RP,OC,TR ¦ εν αυτω 𝕻75B,W (0.4%) NU ¦ επ αυτω 𝕻66 (0.4%) ¦ επ 2 A (0.1%) ¦ two other variants (0.1%) ¦ long omissions (2.2%) [homoioteleuton] μὴ ἀπόληται, ἀλλ᾿#μη αποληται αλλ f35 𝕻63A [99%] CP,HF,RP,OC,TR ¦ --- 𝕻36,66,75ℵB,W [1%] NU ἔχῃ#εχη rell ¦ εχει [40%] ζωὴν αἰώνιον. 16Οὕτως#ουτως f35pt 𝕻63,66,75ℵA,B,W [60%] (I include this for the record, to show that the dropping of -ς before a consonant was not automatic.) γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον ὥστε τὸν Υἱὸν αὐτοῦ#αυτου f35 𝕻63A,T (97.5%) CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75ℵB,W (0.4%) NU ¦ long omissions (2.1%) [homoioteleuton] τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ#εχη rell ¦ εχει [30%] ζωὴν αἰώνιον. 17Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ#αυτου f35 𝕻63A [99%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75ℵB,W [1%] NU εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ. 18Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ.
19»Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἦν γὰρ πονηρὰ αὐτῶν#πονηρα αυτων f35 [80%] CP,HF,RP,OC,TR ¦ ∼ 21 𝕻66,75ℵA,B,W [20%] NU τὰ ἔργα. 20Πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ.#τα εργα αυτου f35 ℵB (82.3%) CP,HF,RP,OC,TR,NU ¦ ∼ 312 𝕻75A,W (9.6%) ¦ 123 οτι πονηρα εστιν 𝕻66 (7.1%) ¦ ∼ 312 οτι πονηρα εστιν (0.3%) ¦ long omissions (0.8%) [homoioteleuton] 21Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.»
John the baptizer testifies again
22Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς, καὶ οἱ μαθηταὶ αὐτοῦ, εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετ᾿ αὐτῶν καὶ ἐβάπτιζεν. 23Ἦν δὲ καὶ#και f35 𝕻75ℵ [70%] CP,HF,RP,OC,TR ¦ 1 ο 𝕻66A,B,N,W [30%] NU Ἰωάννης βαπτίζων ἐν Αἰνών, ἐγγὺς τοῦ Σαλήμ,#σαλημ f35 [60%] CP,HF,RP ¦ σαλειμ 𝕻66,75ℵB,N [39%] OC,TR,NU ¦ σαλλειμ A ¦ σαλιμ W [1%] ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ. Καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο· 24οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης.
25Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου#ιουδαιου f35 𝕻75A,B,N(W) (85.5%) HF,RP,OC,NU ¦ ιουδαιων 𝕻66ℵ (13.5%) CP,TR ¦ lengthy omissions (1%) περὶ καθαρισμοῦ. 26Καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ, «Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας—ἴδε, οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν.» 27Ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν· «Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲν#λαμβανειν ουδεν f35 A,N,W (89.3%) CP,HF,RP,OC,TR ¦ 1 ουδε εν 𝕻66,75B (0.2%) NU ¦ λαβειν 2 ℵ (0.6%) ¦ 1 αφ εαυτου 2 (4.5%) ¦ αφ εαυτου 12 (3.3%) ¦ 12 αφ εαυτου (1%) ¦ αφ εαυτου λαβειν 2 (1%) ¦ three other variants (0.2%) ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. 28Αὐτοὶ ὑμεῖς μοι#μοι f35 𝕻66A,B,D,N,W [70%] CP,OC,TR,NU ¦ --- 𝕻75ℵ [30%] HF,RP μαρτυρεῖτε ὅτι εἶπον,#ειπον f35 ℵA,D,N,W [98.5%] CP,HF,RP,OC,TR ¦ 1 οτι 𝕻66,75 [0.2%] [NU] ¦ 1 εγω B ¦ 1 υμιν [1%] ‹Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός,› ἀλλ᾿ ὅτι ‹Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.› 29Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. 30Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.
31»Ὁ Ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν· ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν, καὶ ἐκ τῆς γῆς λαλεῖ. Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν.#επανω παντων εστιν f35 𝕻66A,B,W (97.1%) CP,HF,RP,OC,TR[NU] ¦ --- 𝕻75ℵD (0.8%) ¦ long omissions (2.2%) [homoioteleuton] 32Καὶ#και f35 A [98%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75ℵB,D,W [2%] NU ὃ ἑώρακεν καὶ ἤκουσεν, τοῦτο μαρτυρεῖ· καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. 33Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. 34Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ, οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς#ο θεος f35 A,D [98%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75ℵ(B)C,W [2%] NU τὸ Πνεῦμα. 35Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. 36Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν#την f35 [50%] CP,HF ¦ --- 𝕻66,75(ℵ)A,B,C,D,W [50%] RP,OC,TR,NU ζωήν, ἀλλ᾿ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ#μενεῖ f35 [50%] (CP) ¦ μένει [50%] HF,RP,OC,TR,NU ἐπ᾿ αὐτόν.»

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in