Acts 2
2
Pentecost
1Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν ἅπαντες#απαντες f35 [80%] HF,RP,OC,TR,CP ¦ παντες A,B,C [20%] NU ¦ --- ℵ ¦ παντων D,#απαντες/παντες rell ¦ 1 οι αποστολοι [20%] ὁμοθυμαδὸν#ομοθυμαδον f35 (94.3%) HF,RP,OC,TR,CP ¦ ομοθυμαδων (2.9%) ¦ ομου ℵA,B,C (2.3%) NU ¦ two other readings D (0.5%) ἐπὶ τὸ αὐτό. 2Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι. 3Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέν τε#εκαθισεν τε f35 A [98%] HF,RP,OC,TR,CP ¦ 1 δε C ¦ ∼ και 1 B [1%] NU ¦ και εκαθισαν ℵ ¦ και εκαθισαν 2 D ἐφ᾿ ἕνα ἕκαστον αὐτῶν. 4Καὶ ἐπλήσθησαν ἅπαντες#απαντες f35 C [98%] HF,RP,OC,TR,CP ¦ παντες ℵA,B,D [2%] NU Πνεύματος Ἁγίου καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.#αυτοις αποφθεγγεσθαι f35 [97%] HF,RP,OC,TR,CP ¦ ∼ 21 ℵA,B,C,D [3%] NU
People from all over
5Ἦσαν δὲ ἐν#εν f35 B,C,D [99%] HF,RP,OC,TR,CP ¦ εις ℵA [1%] NU Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν.#τον ουρανον rell ¦ των ουρανων [13%] 6Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. 7Ἐξίσταντο δὲ#δε f35 B,D [65%] HF,CP,NU ¦ 1 παντες (ℵ)A,C [35%] RP,OC,TR (TuT is completely off here.) καὶ ἐθαύμαζον, λέγοντες πρὸς ἀλλήλους·#προς αλληλους f35 D (97.3%) HF,RP,OC,TR,CP ¦ --- ℵA,B,C (2.7%) NU «Οὐκ,#ουκ f35 A,C [98%] HF,RP,OC,TR,CP ¦ ουχ ℵD [2%] NU ¦ ουχι B ἰδού, πάντες#παντες f35 B [98%] HF,RP,OC,TR,CP ¦ απαντες ℵA,C,D [2%] NU οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; 8Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν;#εγεννηθημεν f35 ℵB,C,D [75%] HF,RP,OC,TR,NU ¦ εγενηθημεν A [25%] CP 9Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται· καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, 10Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης#λιβυης rell ¦ λυβιης [15%] ¦ λιβυας CP ¦ λιβουης D τῆς κατὰ Κυρήνην· καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι—Ἰουδαῖοί τε καὶ προσήλυτοι— 11Κρῆτες καὶ Ἄραβες· ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ.» 12Ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες, «Τί ἂν#αν f35 [97%] HF,RP,OC,TR,CP ¦ --- ℵA,B,C,D [3%] NU θέλοι#θελοι f35 ℵ [93%] HF,RP,OC,TR,CP ¦ θελει (A)B,C,D [7%] NU τοῦτο εἶναι;» 13Ἕτεροι δὲ διαχλευάζοντες,#διαχλευαζοντες f35 ℵA,B,C [25%] NU ¦ χλευαζοντες [75%] HF,RP,OC,TR,CP ¦ διεχλευαζον D ἔλεγον ὅτι «Γλεύκους μεμεστωμένοι#μεμεστωμενοι rell ¦ μεμεστομενοι [7%] ¦ μεμεσταμενοι [5%] εἰσίν.»
Peter’s proclamation
14Σταθεὶς δὲ#δε f35 C [88%] HF,RP,OC,TR,CP ¦ 1 ο ℵA,B,D [12%] NU Πέτρος, σὺν τοῖς ἕνδεκα, ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἐπεφθέγξατο#επεφθεγξατο f35 [25%] ¦ απεφθεγξατο ℵA,B,C [75%] HF,RP,OC,TR,CP,NU ¦ ειπεν D [Is the verb επιφθεγγομαι or αποφθεγγομαι? They are similar in meaning.] αὐτοῖς· «Ἄνδρες—Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες#απαντες f35 [95%] HF,RP,OC,TR,CP ¦ παντες ℵA,B,C [5%] NU ¦ --- D—τοῦτο ὑμῖν γνωστὸν ἔστω· καί, ἐνωτίσασθε τὰ ῥήματά μου. 15Οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν (ἔστιν γὰρ ὥρα τρίτῃ τῆς ἡμέρας), 16ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ·
17‹Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες#θυγατερες rell ¦ θυγατεραις C [20%] ὑμῶν· καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται· καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια#ενυπνια f35 [85%] HF,RP,OC,TR ¦ ενυπνιοις ℵA,B,C [15%] CP,NU ¦ --- D ἐνυπνιασθήσονται. 18Καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφητεύσουσιν. 19Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω· αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. 20Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἢ#η f35 B [95%] HF,RP,OC,TR,CP ¦ --- ℵA,C,D [5%] NU ἐλθεῖν τὴν#την f35 A,C [99%] HF,RP,OC,TR,CP ¦ --- ℵB,D [1%] NU ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. 21Καὶ ἔσται· πᾶς ὃς ἂν ἐπικαλέσηται#επικαλεσηται rell ¦ επικαλεσεται [15%] ¦ επικαλεσειται [3%] ¦ επικαλεσητε A τὸ ὄνομα Κυρίου σωθήσεται.›
22»Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον#απο του θεου αποδεδειγμενον f35 A [94%] HF,RP,OC,TR,CP ¦ ∼ 4123 (ℵ)B(C) [6%] NU ¦ 123 δεδοκιμασμενον D εἰς ὑμᾶς δυνάμεσιν καὶ τέρασιν καὶ σημείοις, οἷς ἐποίησεν δι᾿ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς καὶ#και f35 [95%] HF,RP,OC,TR,CP ¦ --- ℵA,B,C,D [5%] NU αὐτοὶ οἴδατε, 23τοῦτον—τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον—λαβόντες#λαβοντες f35 D (97.3%) HF,RP,OC,TR,CP ¦ --- ℵA,B,C (2.7%) NU διὰ χειρῶν#χειρων f35 [95%] HF,RP,OC,TR,CP ¦ χειρος ℵA,B,C,D [5%] NU ἀνόμων, προσπήξαντες, ἀνείλετε·#ανειλετε f35 [70%] HF,RP,OC,TR,CP ¦ ανειλατε ℵA,B,C,D [25%] NU ¦ four other spellings [5%] 24ὃν ὁ Θεὸς ἀνέστησεν, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾿ αὐτοῦ. 25Δαυὶδ γὰρ λέγει εἰς αὐτόν·
‹Προωρώμην#προωρωμην f35 [96%] HF,RP,OC,TR,CP ¦ προορωμην ℵA,B,C,D [4%] NU τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ. 26Διὰ τοῦτο εὐφράνθη#ευφρανθη f35 [70%] HF,RP,OC,TR,CP ¦ ηυφρανθη ℵA,B,C,D [30%] NU ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου. Ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾿ ἐλπίδι, 27ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾍδου,#αδου f35 [85%] RP,OC,TR,CP ¦ αδην ℵA,B,C,D [15%] NU ¦ αιδου HF οὐδὲ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν. 28Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.›
29»Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυίδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. 30Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ, τὸ κατὰ σάρκα, ἀναστήσειν τὸν Χριστὸν#το κατα σαρκα αναστησειν τον χριστον f35 (D) (96.1%) HF,RP,OC,TR,CP ¦ 456 (1.6%) ¦ --- ℵA,B,C (2.3%) NU (There are a number of variations scattered about: αναστησει 2.3%, αναστησαι 5%, +τε 6.1%, +και 5.6%.) καθίσαι ἐπὶ τοῦ Θρόνου#του θρονου f35 [70%] HF,RP,OC,TR,CP ¦ τον θρονον ℵA,B,C,D [10%] NU ¦ 2 [20%] αὐτοῦ, 31προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι ‹Οὐ#ου f35 [71%] HF,RP,OC,TR ¦ ουκ [27%] CP ¦ ουτε ℵA,B,C,D [2%] NU (The choice ου/ουκ is governed by the following letter.) κατελείφθη ἡ ψυχὴ αὐτοῦ#κατελειφθη η ψυχη αυτου f35 (68.7%) HF,RP,OC,TR ¦ κατεληφθη 234 (1.8%) ¦ εγκατελειφθη 234 (23.1%) CP ¦ εγκατεληφθη 234 (4.1%) ¦ εγκατελειφθη (ℵ)A(B,C,D) (1.8%) NU ¦ two other variants (0.5%) εἰς ᾍδου,#αδου f35 A,C,D [90%] RP,OC,TR,CP ¦ αδην ℵB [10%] NU ¦ αιδου HF οὐδὲ#ουδε f35 B [92%] HF,RP,OC,TR,CP ¦ ουτε ℵA,C,D [8%] NU ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.›
32»Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. 33Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν τοῦ Ἁγίου Πνεύματος#αγιου πνευματος f35 D [95%] HF,RP,OC,TR,CP ¦ ∼ 2 του 1 ℵA,B,C [5%] NU λαβὼν παρὰ τοῦ Πατρός, ἐξέχεεν τοῦτο ὃ νῦν#νυν f35 [96%] HF,RP,OC,TR,CP ¦ --- ℵA,B,C [4%] NU ὑμεῖς#υμεις f35 ℵA(C) [99.5%] HF,RP,OC,TR,CP ¦ 1 και B(D)[NU] βλέπετε καὶ ἀκούετε. 34Οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός· ‹Εἶπεν ὁ#ο f35 A,C [95%] HF,RP,OC,TR,CP[NU] ¦ --- ℵB(D) [5%] Κύριος τῷ Κυρίῳ μου· «Κάθου ἐκ δεξιῶν μου 35ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» › 36Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ#και rell ¦ --- [2%] some TRs Κύριον καὶ Χριστὸν αὐτὸν#και χριστον αυτον f35 [94%] HF,RP,OC,TR,CP ¦ ∼ 312 ℵA,B,C [4%] NU ¦ 12 D [2%] ὁ Θεὸς ἐποίησεν,#ο θεος εποιησεν f35 A,C,D [99%] HF,RP,OC,TR,CP ¦ ∼ 312 ℵB [1%] NU τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.»
The reaction
37Ἀκούσαντες δὲ κατενύγησαν τῇ καρδίᾳ,#τη καρδια f35 D [98%] HF,RP,OC,TR,CP ¦ την καρδιαν ℵA,B,C [2%] NU εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, «Τί ποιήσομεν,#ποιησομεν f35 D [60%] RP,OC,TR ¦ ποιησωμεν ℵA,B,C [40%] HF,CP,NU ἄνδρες ἀδελφοί;» 38Εἶπεν δὲ Πέτρος πρὸς αὐτούς· «Μετανοήσατε#ειπεν δε πετρος προς αυτους μετανοησατε f35 [20%] ¦ ∼ 32 εφη 456 [72%] HF,RP,OC,TR,CP ¦ ∼ 32456 φησιν ℵA,C [2%] [NU] ¦ ∼ 32456 B ¦ ∼ 3245 φησιν 6 D ¦ five further variants [5%] καὶ βαπτισθήτω, ἕκαστος ὑμῶν, ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν,#αμαρτιων f35 D (95.3%) HF,RP,OC,TR,CP ¦ 1 υμων (1.4%) ¦ των 1 υμων ℵA,B(C) (1.8%) NU ¦ των 1 (1.6%) καὶ λήψεσθε#ληψεσθε f35 [95%] HF,RP,OC,TR,CP ¦ λημψεσθε A,B,NU ¦ λημψεσθαι ℵC,D [1%] ¦ ληψεσθαι [3%] τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος. 39Ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία, καὶ τοῖς τέκνοις ὑμῶν, καὶ πᾶσιν τοῖς εἰς μακράν—ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν.» 40Ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο#διεμαρτυρατο f35 ℵA,B(C)D [45%] NU ¦ διεμαρτυρετο [55%] HF,RP,OC,TR,CP (Aorist or Imperfect? The immediately following verb presumably exerted pressure.) καὶ παρεκάλει#παρεκαλει f35 [95%] HF,RP,OC,TR,CP ¦ 1 αυτους ℵA,B,C,D [4%] NU ¦ 1 αυτοις [1%] λέγων, «Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.»
The beginning of the Church
41Οἱ μὲν οὖν ἀσμένως#ασμενως f35 [97%] HF,RP,OC,TR,CP ¦ --- ℵA,B,C,D [3%] NU ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν#προσετεθησαν f35 [95%] HF,RP,OC,TR,CP ¦ 1 εν ℵA,B,C,D [5%] NU τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. 42Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, καὶ#και f35 [98%] HF,RP,OC,TR,CP ¦ --- ℵA,B,C,D [2%] NU τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς. 43Ἐγένετο#εγενετο f35 [98%] HF,RP,OC,TR,CP ¦ εγινετο ℵA(B,C,D) [2%] NU δὲ πάσῃ ψυχῇ φόβος—πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.#εγινετο f35 B,D (88.1%) HF,RP,OC,TR,CP,NU (εγενετο [15%], εγεινετο B,C,D) ¦ 1 εν (εις 1.8%) ιερουσαλημ φοβος τε ην μεγας επι παντας (+αυτους 3.2%) ℵA,C (7.2%) ¦ 1234567 (1.8%) ¦ 123 (2.3%) ¦ two other readings (0.7%)
All things in common
44Πάντες δὲ οἱ πιστεύοντες#πιστευοντες f35 A,C,D [88%] HF,RP,OC,TR,NU ¦ πιστευσαντες ℵB [12%] CP ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά· 45καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν. 46Καθ᾿ ἡμέραν#f35 [40%] accent καθημεραν as one word, but since the meaning evidently remains the same I stay with the conventional spelling. This statement obtains throughout. Since the theta signals aspiration, there is no ambiguity; the scribes were just saving ink. τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ᾿ οἶκον ἄρτον· μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, 47αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Ὁ δὲ Κύριος προσετίθει#προσετιθει rell ¦ προσετιθη [20%] τοὺς σῳζομένους καθ᾿ ἡμέραν τῇ ἐκκλησίᾳ.#τη εκκλησια f35 (D) (97.1%) HF,RP,OC,TR,CP ¦ --- ℵA,B,C (2.9%) NU
Currently Selected:
Acts 2: F35
Highlight
Share
ਕਾਪੀ।

Want to have your highlights saved across all your devices? Sign up or sign in