1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:7
Byzantine Textform 2018
¶ Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν• ζητεῖτε, καὶ εὑρήσετε• κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.
ႏွိုင္းယွဥ္
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:7ရွာေဖြေလ့လာလိုက္ပါ။
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:8
Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:8ရွာေဖြေလ့လာလိုက္ပါ။
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:24
Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν•
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:24ရွာေဖြေလ့လာလိုက္ပါ။
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:12
Πάντα οὖν ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς• οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:12ရွာေဖြေလ့လာလိုက္ပါ။
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:14
τί στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:14ရွာေဖြေလ့လာလိုက္ပါ။
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:13
¶ Εἰσέλθετε διὰ τῆς στενῆς πύλης• ὅτι πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι' αὐτῆς•
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:13ရွာေဖြေလ့လာလိုက္ပါ။
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:11
Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:11ရွာေဖြေလ့လာလိုက္ပါ။
8
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:1-2
Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε• ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε• καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ὑμῖν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:1-2ရွာေဖြေလ့လာလိုက္ပါ။
9
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:26
Καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον•
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:26ရွာေဖြေလ့လာလိုက္ပါ။
10
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:3-4
Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; Ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, Ἄφες ἐκβάλω τὸ κάρφος ἀπὸ τοῦ ὀφθαλμοῦ σου• καὶ ἰδού, ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:3-4ရွာေဖြေလ့လာလိုက္ပါ။
11
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:15-16
¶ Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασιν προβάτων, ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες. Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς• μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλήν, ἢ ἀπὸ τριβόλων σῦκα
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:15-16ရွာေဖြေလ့လာလိုက္ပါ။
12
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:17
Οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ• τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:17ရွာေဖြေလ့လာလိုက္ပါ။
13
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:18
Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:18ရွာေဖြေလ့လာလိုက္ပါ။
14
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:19
Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:19ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
က်မ္းစာ
အစီအစဥ္
ဗီဒီယို