1
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:34
Byzantine Textform 2018
Ὁ δὲ Ἰησοῦς ἔλεγεν, Πάτερ, ἄφες αὐτοῖς• οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. Διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ, ἔβαλον κλῆρον.
ႏွိုင္းယွဥ္
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:34ရွာေဖြေလ့လာလိုက္ပါ။
2
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:43
Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:43ရွာေဖြေလ့လာလိုက္ပါ။
3
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:42
Καὶ ἔλεγεν τῷ Ἰησοῦ, Μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:42ရွာေဖြေလ့လာလိုက္ပါ။
4
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:46
Καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν, Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου• καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν.
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:46ရွာေဖြေလ့လာလိုက္ပါ။
5
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:33
¶ Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν, καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:33ရွာေဖြေလ့လာလိုက္ပါ။
6
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:44-45
¶ Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ' ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. Καὶ ἐσκοτίσθη ὁ ἥλιος, καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:44-45ရွာေဖြေလ့လာလိုက္ပါ။
7
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:47
Ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον, ἐδόξασεν τὸν θεόν, λέγων, Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:47ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား