1
ΚΑΤΑ ΛΟΥΚΑΝ 11:13
Byzantine Textform 2018
Εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν
ႏွိုင္းယွဥ္
ΚΑΤΑ ΛΟΥΚΑΝ 11:13ရွာေဖြေလ့လာလိုက္ပါ။
2
ΚΑΤΑ ΛΟΥΚΑΝ 11:9
Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν• ζητεῖτε, καὶ εὑρήσετε• κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.
ΚΑΤΑ ΛΟΥΚΑΝ 11:9ရွာေဖြေလ့လာလိုက္ပါ။
3
ΚΑΤΑ ΛΟΥΚΑΝ 11:10
Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει• καὶ ὁ ζητῶν εὑρίσκει• καὶ τῷ κρούοντι ἀνοιγήσεται.
ΚΑΤΑ ΛΟΥΚΑΝ 11:10ရွာေဖြေလ့လာလိုက္ပါ။
4
ΚΑΤΑ ΛΟΥΚΑΝ 11:2
Εἶπεν δὲ αὐτοῖς, Ὅταν προσεύχησθε, λέγετε, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.
ΚΑΤΑ ΛΟΥΚΑΝ 11:2ရွာေဖြေလ့လာလိုက္ပါ။
5
ΚΑΤΑ ΛΟΥΚΑΝ 11:4
Καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ ὀφείλοντι ἡμῖν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ΚΑΤΑ ΛΟΥΚΑΝ 11:4ရွာေဖြေလ့လာလိုက္ပါ။
6
ΚΑΤΑ ΛΟΥΚΑΝ 11:3
Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ' ἡμέραν.
ΚΑΤΑ ΛΟΥΚΑΝ 11:3ရွာေဖြေလ့လာလိုက္ပါ။
7
ΚΑΤΑ ΛΟΥΚΑΝ 11:34
Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός• ὅταν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν• ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν.
ΚΑΤΑ ΛΟΥΚΑΝ 11:34ရွာေဖြေလ့လာလိုက္ပါ။
8
ΚΑΤΑ ΛΟΥΚΑΝ 11:33
¶ Οὐδεὶς δὲ λύχνον ἅψας εἰς κρύπτην τίθησιν, οὐδὲ ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ φέγγος βλέπωσιν.
ΚΑΤΑ ΛΟΥΚΑΝ 11:33ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
က်မ္းစာ
အစီအစဥ္
ဗီဒီယို