1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:24
Byzantine Textform 2018
Πνεῦμα ὁ θεός• καὶ τοὺς προσκυνοῦντας αὐτόν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
ႏွိုင္းယွဥ္
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:24ရွာေဖြေလ့လာလိုက္ပါ။
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:23
Ἀλλ' ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ• καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:23ရွာေဖြေလ့လာလိုက္ပါ။
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:14
ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα• ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:14ရွာေဖြေလ့လာလိုက္ပါ။
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:10
Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:10ရွာေဖြေလ့လာလိုက္ပါ။
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:34
Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:34ရွာေဖြေလ့လာလိုက္ပါ။
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:11
Λέγει αὐτῷ ἡ γυνή, Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶν βαθύ• πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:11ရွာေဖြေလ့လာလိုက္ပါ။
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:25-26
Λέγει αὐτῷ ἡ γυνή, Οἶδα ὅτι Μεσίας ἔρχεται - ὁ λεγόμενος χριστός• ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. Λέγει αὐτῇ ὁ Ἰησοῦς, Ἐγώ εἰμι, ὁ λαλῶν σοι.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:25-26ရွာေဖြေလ့လာလိုက္ပါ။
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:29
Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέν μοι πάντα ὅσα ἐποίησα• μήτι οὗτός ἐστιν ὁ χριστός
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:29ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား