1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:30
Scrivener’s Textus Receptus 1894
ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς, εἶπε, Τετέλεσται· καὶ κλίνας τὴν κεφαλήν, παρέδωκε τὸ πνεῦμα.
ႏွိုင္းယွဥ္
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:30ရွာေဖြေလ့လာလိုက္ပါ။
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:28
Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει, Διψῶ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:28ရွာေဖြေလ့လာလိုက္ပါ။
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:26-27
Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί αὐτοῦ, Γύναι, ἰδοὺ ὁ υἱός σου. εἶτα λέγει τῷ μαθητῇ, Ἰδοὺ ἡ μήτηρ σου. καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν αὐτὴν ὁ μαθητὴς εἰς τὰ ἴδια.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:26-27ရွာေဖြေလ့လာလိုက္ပါ။
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:33-34
ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη· ἀλλ’ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθὺς ἐξῆλθεν αἷμα καὶ ὕδωρ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:33-34ရွာေဖြေလ့လာလိုက္ပါ။
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:36-37
ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ. καὶ πάλιν ἑτέρα γραφὴ λέγει, Ὄψονται εἰς ὃν ἐξεκέντησαν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:36-37ရွာေဖြေလ့လာလိုက္ပါ။
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17
καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου τόπον, ὃς λέγεται Ἑβραϊστὶ Γολγοθα·
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17ရွာေဖြေလ့လာလိုက္ပါ။
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:2
καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:2ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
က်မ္းစာ
အစီအစဥ္
ဗီဒီယို