ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11

11
The Pharisees reject Jesus as Messiah
1Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
John needs reassuring
2Ὁ δὲ Ἰωάννης, ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας δύο#δυο f35 [97%] RP,HF,OC,CP,TR ¦ δια ℵB,C,D,W [3%] NU τῶν μαθητῶν αὐτοῦ 3εἶπεν αὐτῷ, «Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;» 4Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· 5τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν,#ακουουσιν f35 C,N (95.2%) RP,HF,OC,CP,TR ¦ 1 και ℵB,D,W (4.1%) NU ¦ long omissions (0.7%) νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται. 6Καί, μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.»
Jesus eulogizes John the Baptizer
7Τούτων δὲ πορευομένων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· «Τί ἐξήλθετε#εξηλθετε f35 [96%] RP,HF,OC,CP,TR ¦ εξηλθατε ℵB,C,D,N,W [3.5%] NU ¦ εξεληλυθατε [0.5%] (also verse 8) εἰς τὴν ἔρημον θεάσασθαι, κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 8Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν, ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις#ιματιοις f35 C,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [0.5%] NU ἠμφιεσμένον; Ἰδού, οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλείων#βασιλειων f35 N (63.1%) RP,HF,CP ¦ βασιλεων (ℵB)C,D,W (36.5%) OC,TR,NU ¦ long omission (0.3%) εἰσίν. 9Ἀλλὰ τί ἐξήλθετε#εξηλθετε f35 [97%] RP,HF,OC,CP,TR ¦ εξηλθατε ℵB,C,D,N [2.5%] NU ¦ εξεληλυθατε W [0.5%] ἰδεῖν, προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 10Οὗτος γάρ#γαρ f35 C,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [0.5%] NU ἐστιν περὶ οὗ γέγραπται· ‹Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.› 11Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. 12Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. 13Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν·#προεφητευσαν f35 N,W [98%] RP,HF,OC,CP,TR ¦ επροφητευσαν ℵB,C,D [2%] NU 14καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. 15Ὁ ἔχων ὦτα ἀκούειν#ακουειν f35 ℵ,C,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ --- B,D [0.5%] NU ἀκουέτω.
16»Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; Ὁμοία ἐστὶν παιδίοις#παιδιοις rell ¦ παιδαριοις [5%] TR ἐν ἀγορᾷ καθημένοις,#εν αγορα καθημενοις f35 [50%] CP ¦ 1 αγοραις 3 [45%] RP,HF,TR ¦ ∼ 31 αγοραις C,N,W [4%] OC ¦ ∼ 31 ταις αγοραις ℵB [1%] NU ¦ ∼ 31 τη αγορα D καὶ προσφωνοῦσιν#και προσφωνουσιν f35 N,W [97%] RP,HF,CP,TR ¦ α 2 C ¦ α προσφωνουντα ℵB,D [3%] OC,NU τοῖς ἑταίροις#εταιροις f35 [65%] RP,OC,CP,TR ¦ ετεροις ℵB,C,D,N,W [35%] HF,NU αὐτῶν#αυτων f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [1%] NU 17καὶ#και f35 C,N,W [98%] RP,HF,CP,TR ¦ --- ℵB,D [2%] OC,NU λέγουσιν, ‹Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε·#ωρχησασθε rell ¦ ορχησασθε [2%] CP ἐθρηνήσαμεν ὑμῖν#υμιν f35 C,N,W (97.4%) RP,HF,OC,CP,TR ¦ ημιν (0.5%) ¦ --- ℵB,D (1.4%) NU ¦ long omissions (0.7%) καὶ οὐκ ἐκόψασθε.› 18Ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν, ‹Δαιμόνιον ἔχει›· 19ἦλθεν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, ‹Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν.› Καί, ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων#τεκνων f35 C,D,N (99.4%) RP,HF,OC,CP,TR ¦ εργων ℵB,W (0.5%) NU ¦ long omission (0.1%) αὐτῆς.»
Jesus denounces three cities
20Τότε ἤρξατο ὁ Ἰησοῦς#ο ιησους f35 C,N,W [35%] ¦ --- ℵB,D [65%] RP,HF,OC,CP,TR,NU ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν. 21«Οὐαί σοι, Χωραζίν,#χωραζιν f35 [20%] CP ¦ χοραζιν N [65%] RP,HF,OC,TR,NU ¦ χοραζειν ℵB,C,W [5%] ¦ χωραζειν [5%] ¦ χοραζην [2%] ¦ χοραζαιν D ¦ three other variants οὐαί σοι, Βηθσαϊδά·#βηθσαιδα f35 C(D)N [85%] RP,HF,OC,CP,NU ¦ βηθσαιδαν B,W [14%] TR ¦ βηδσαιδαν ℵ [1%] ¦ two other spellings ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο#εγενοντο rell ¦ εγενηθησαν [2%] OC αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ#σποδω rell ¦ 1 καθημεναι [10%] OC ¦ 1 καθημενοι ℵC [3%] μετενόησαν. 22Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν. 23Καὶ σύ, Καπερναούμ,#καπερναουμ f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ καφαρναουμ ℵB,D [1%] NU#f35 [35%] ¦ ἡ N [64%] RP,HF,OC,CP,TR ¦ μη ℵB,C,D,W [1%] NU ‹ἕως τοῦ#του f35 C,N [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D,W [1%] NU οὐρανοῦ ὑψωθῇς,›#υψωθης f35 [35%] ¦ υψωθεισα N [63%] RP,HF,OC,CP,TR ¦ υψωθηση ℵB,C,D,W [1%] NU ¦ two other spellings ἕως ᾍδου#αδου rell ¦ αιδου HF (And so wherever the word occurs.) καταβιβασθήσῃ·#καταβιβασθηση f35 ℵ,C,N (98.5%) RP,HF,OC,CP,TR ¦ καταβηση B,D,W (0.4%) NU ¦ καταβληθηση (0.6%) ¦ κατενεχθηση (0.3%) ¦ long omissions (0.2%) ὅτι εἰ ἐν Σοδόμοις ἐγένοντο#εγενοντο f35 N,W [99%] RP,HF,CP,TR ¦ εγενηθησαν ℵB,C,D [1%] OC,NU αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμειναν#εμειναν f35 D [97.5%] RP,HF,OC,CP,TR ¦ εμεινεν ℵB,C [1%] NU ¦ εμεινον W [1%] ¦ εμενεν N ¦ one other variant ἂν μέχρι τῆς σήμερον. 24Πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί.»
“I praise you, Father”
25Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας#απεκρυψας f35 C,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ εκρυψας ℵB,D [0.5%] NU ¦ εγρυψας 𝕻62 ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. 26Ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία#εγενετο ευδοκια f35 C,D,N [98.5%] RP,HF,OC,CP,TR ¦ ∼ 21 𝕻62ℵB,W [1.5%] NU ἔμπροσθέν σου.
27»Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. 28Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. 29Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός#πραος f35 N,W [99.5%] RP,HF,OC,CP,TR ¦ πραυς 𝕻62ℵB,C,D [0.5%] NU εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· 30ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.»

Terpilih Sekarang Ini:

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11: F35

Highlight

Kongsi

Salin

None

Ingin menyimpan sorotan merentas semua peranti anda? Mendaftar atau log masuk

Video untuk ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11