YouVersion logotips
Meklēt ikonu

ΓΕΝΕΣΙΣ 10

10
1Αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σὴμ, Χὰμ, Ἰάφεθ· καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.
2Υἱοὶ Ἰάφεθ, Γαμὲρ, καὶ Μαγὼγ, καὶ Μαδοὶ, καὶ Ἰωύαν, καὶ Ἐλισὰ, καὶ Θοβὲλ, καὶ Μοσὸχ, καὶ Θείρας. 3Καὶ υἱοὶ Γαμὲρ, Ἀσχανὰζ, καὶ Ῥιφὰθ, καὶ Θοργαμά. 4Καὶ υἱοὶ Ἰωύαν, Ἐλισὰ, καὶ Θάρσεις, Κήτιοι, Ῥόδὶοι. 5Ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν· ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν, καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
6Υἱοὶ δὲ Χὰμ, Χοὺς, καὶ Μεσραῒν, Φοὺδ, καὶ Χαναάν. 7Υἱοὶ δὲ Χοὺς, Σαβὰ, καὶ Εὐϊλὰ, καὶ Σαβαθὰ, καὶ Ῥεγμὰ, καὶ Σαβαθακά· υἱοὶ δὲ Ῥεγμὰ, Σαβὰ, καὶ Δαδάν. 8Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. 9Οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ· διὰ τοῦτο ἐροῦσιν, ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου. 10Καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν, καὶ Ὀρὲχ, καὶ Ἀρχὰδ, καὶ Χαλάννη, ἐν τῇ γῇ Σεναάρ. 11Ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ἀσσούρ· καὶ ᾠκοδόμησε τὴν Νινευῒ, καὶ τὴν Ῥοωβὼθ πόλιν, καὶ τὴν Χαλὰχ, 12καὶ τὴν Δασὴ ἀνὰ μέσον Νινευῒ, καὶ ἀνὰ μέσον Χαλάχ· αὕτη ἡ πόλις μεγάλη. 13Καὶ Μεσραῒν ἐγέννησε τοὺς Λουδιεὶμ, καὶ τοὺς Νεφθαλεὶμ, καὶ τοὺς Ἐνεμετιεὶμ, καὶ τοὺς Λαβιεὶμ, 14καὶ τοὺς Πατροσωνιεὶμ, καὶ τοὺς Χασμωνιεὶμ, ὅθεν ἐξῆλθε Φυλιστιεὶμ, καὶ τοὺς Γαφθοριείμ. 15Χαναὰν δὲ ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον αὐτοῦ, καὶ τὸν Χετταῖον, 16καὶ τὸν Ἰεβουσαῖον, καὶ τὸν Ἀμοῤῥαῖον, καὶ τὸν Γεργεσαῖον, 17καὶ τὸν Εὐαῖον, καὶ τὸν Ἀρουκαῖον, καὶ τὸν Ἀσενναῖον, 18καὶ τον Ἀράδιον, καὶ τὸν Σαμαραῖον, καὶ τὸν Ἀμαθί. Καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων. 19Καὶ ἐγένετο τὰ ὅρια τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρὰ καὶ Γαζὰν, ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόῤῥας, Ἀδαμὰ καὶ Σεβωῒμ ἕως Δασά. 20Οὗτοι υἱοὶ Χὰμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν, καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
21Καὶ τῷ Σὴμ ἐγεννήθη καὶ αὐτῷ πατρὶ πάντων τῶν υἱῶν Ἕβερ, ἀδελφῷ Ἰάφεθ τοῦ μείζονος. 22Υἱοὶ Σὴμ, Ἐλὰμ, καὶ Ἀσσοὺρ, καὶ Ἀρφαξὰδ, καὶ Λοὺδ, καὶ Ἀρὰμ, καὶ Καϊνᾶν. 23Καὶ υἱοὶ Ἀρὰμ, Οὒζ, καὶ Οὒλ, καὶ Γατὲρ, καὶ Μοσόχ. 24Καὶ Ἀρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Σαλά· Σαλὰ δὲ ἐγέννησε τὸν Ἕβερ. 25Καὶ τῷ Ἕβερ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ, Φαλὲγ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ· καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰεκτάν. 26Ἰεκτὰν δὲ ἐγέννησε τὸν Ἐλμωδὰδ, καὶ Σαλὲθ, καὶ τὸν Σαρμὼθ, καὶ Ἰαρὰχ, 27καὶ Ὁδοῤῥὰ, καὶ Αἰβὴλ, καὶ Δεκλὰ, καὶ Εὐὰλ, 28καὶ Ἀβιμαὲλ, καὶ Σαβὰ, 29καὶ Οὐφεὶρ, καὶ Εὑεϊλὰ, καὶ Ἰωβάβ· πάντες οὗτοι υἱοὶ Ἰεκτάν. 30Καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν, ἀπὸ Μασσῆ ἕως ἐλθεῖν εἰς Σαφηρὰ ὄρος ἀνατολῶν. 31Οὗτοι υἱοὶ Σὴμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν, καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. 32Αὗται αἱ φυλαὶ υἱῶν Νῶε κατὰ γενέσεις αὐτῶν, κατὰ ἔθνη αὐτῶν· ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν.

Pašlaik izvēlēts:

ΓΕΝΕΣΙΣ 10: GRCBRENT

Izceltais

Dalīties

Kopēt

None

Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties