ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9
9
Jesus forgives sins
1Καὶ ἐμβὰς εἰς τὸ#το f35 C,N,W [90%] RP,HF,CP,TR ¦ --- ℵB [10%] OC,NU πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. 2Καὶ ἰδού, προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. Καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ, «Θάρσει, τέκνον· ἀφέωνταί#αφεωνται f35 C,W [98.5%] RP,HF,OC,CP,TR ¦ αφεονται [1%] ¦ αφιενται ℵB,NU ¦ αφεοντε N ¦ αφιοντε D σοι αἱ ἁμαρτίαι σου.»#σοι αι αμαρτιαι σου f35 [96.5%] RP,HF,OC,CP,TR ¦ ∼ 423 ℵB,C,W [2%] NU ¦ ∼ 4234 N [1%] ¦ 123 D [0.5%] 3Καὶ ἰδού, τινὲς τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς, «Οὗτος βλασφημεῖ.» 4Καὶ εἰδὼς#ειδως f35 B (33.2%) ¦ ειδων (1%) ¦ ιδων ℵC,D(N)W (65.7%) RP,HF,OC,CP,TR,NU [‘knowing’ is better than ‘seeing’] ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· «Ἱνατί ὑμεῖς#υμεις f35 N,W [98%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C,D [2%] NU ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; 5Τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ‹Ἀφέωνταί#αφεωνται f35 C,W [98.5%] RP,HF,OC,CP,TR ¦ αφεονται [1%] ¦ αφιονται ℵD ¦ αφιενται B,NU ¦ αφεοντε N σου#σου f35 ℵB,C,D,W [65%] RP,HF,OC,CP,NU ¦ σοι N [35%] TR αἱ ἁμαρτίαι,› ἢ εἰπεῖν, ‹Ἔγειραι#εγειραι f35 B [80%] RP,HF,CP,TR ¦ εγειρε ℵ,C,D,N,W [20%] OC,NU καὶ περιπάτει›; 6Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας»—τότε λέγει τῷ παραλυτικῷ, «Ἐγερθείς, ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.» 7Καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 8Ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν#εθαυμασαν f35 C,N (97.5%) RP,HF,OC,CP,TR ¦ εθαυμαζον (0.3%) ¦ εφοβηθησαν ℵB,D,W (2%) NU ¦ two other variants (0.2%) καὶ ἐδόξασαν τὸν Θεόν, τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
Matthew called
9Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον#ματθαιον f35 C [99.5%] RP,HF,OC,CP,TR ¦ μαθθαιον ℵB,D,NU ¦ ματθεον N ¦ μαθθεον W λεγόμενον, καὶ λέγει αὐτῷ, «Ἀκολούθει μοι.» Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. 10Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδού, πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. 11Καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον#ειπον f35 D,N [97%] RP,HF,OC,CP,TR ¦ ελεγον ℵB,C,W [3%] NU τοῖς μαθηταῖς αὐτοῦ, «Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει#και πινει f35 [30%] ¦ --- ℵB(C)(D)N,W [70%] RP,HF,OC,CP,TR,NU ὁ διδάσκαλος ὑμῶν;» 12Ὁ δὲ Ἰησοῦς#ιησους f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [1%] NU ἀκούσας εἶπεν αὐτοῖς·#αυτοις f35 N,W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C [1%] NU «Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. 13Πορευθέντες δὲ μάθετε τί ἐστιν, ‹Ἔλεον#ελεον f35 W [98.5%] RP,HF,OC,CP,TR ¦ ελεος ℵB,C,D,N [1.5%] NU θέλω καὶ οὐ θυσίαν.› Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ#αλλα rell ¦ αλλ [5%] TR ἁμαρτωλοὺς εἰς μετάνοιαν.»#εις μετανοιαν f35 C [96%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D,N,W [4%] NU
Fasting
14Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου, λέγοντες, «Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλά,#πολλα f35 C,D,N,W (98.6%) RP,HF,OC,CP,TR[NU] ¦ --- ℵB (1.4%) οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν;» 15Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· «Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ᾿ ὅσον χρόνον#χρονον f35 [20%] OC ¦ --- ℵB,C,D,N,W [80%] RP,HF,CP,TR,NU μετ᾿ αὐτῶν ἐστιν ὁ νυμφίος; Ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.
Old wineskins
16»Οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται. 17Οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται.#απολουνται f35 C,N,W [80%] RP,HF,OC,CP,TR ¦ απολλυνται f35pt ℵB [20%] NU ¦ απολλυται D Ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς#βαλλουσιν οινον νεον εις ασκους rell ¦ ∼ 23451 C [3%] OC καινούς, καὶ ἀμφότεροι#αμφοτεροι rell ¦ αμφοτερα [5%] TR συντηροῦνται.»
Jesus raises the dead
18Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδού, ἄρχων τις ἐλθὼν#τις ελθων f35 [30%] ¦ εις 2 [62%] RP,HF,CP,NU [C,D,N,W etc. have ΕΙΣΕΛΘΩΝ, which could be taken as one word, the verb] ¦ 2 [5%] TR ¦ προσελθων ℵ ¦ εις προσελθων B [2%] OC προσεκύνει αὐτῷ, λέγων ὅτι «Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν, ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾿ αὐτὴν καὶ ζήσεται.» 19Καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ἠκολούθησεν αὐτῷ, καὶ οἱ μαθηταὶ αὐτοῦ. 20Καὶ ἰδού, γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ. 21Ἔλεγεν γὰρ ἐν ἑαυτῇ, «Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι.» 22Ὁ δὲ Ἰησοῦς ἐπιστραφεὶς#επιστραφεις f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ στραφεις ℵB(D)N [3%] NU καὶ ἰδὼν αὐτὴν εἶπεν, «Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε.» Καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης. 23Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον, λέγει αὐτοῖς,#λεγει αυτοις f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ 1 N ¦ ελεγεν ℵB,D [3%] NU ¦ two other variants 24«Ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει.» Καὶ κατεγέλων αὐτοῦ. 25Ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον. 26Καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.
Jesus restores sight and speech
27Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ, ἠκολούθησαν αὐτῷ#αυτω f35 ℵC,N,W [99.8%] RP,HF,OC,CP,TR[NU] ¦ --- B,D [0.2%] δύο τυφλοί, κράζοντες καὶ λέγοντες, «Ἐλέησον ἡμᾶς, Υἱὸς#υιος f35 B,W [70%] HF,NU ¦ υιε ℵC,D,N [30%] RP,OC,CP,TR Δαυίδ.» 28Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν, προσῆλθον αὐτῷ οἱ τυφλοί· καὶ λέγει αὐτοῖς,#αυτοις f35 [20%] ¦ 1 ιησους ℵ ¦ 1 ο ιησους B,C,D,N,W [80%] RP,HF,OC,CP,TR,NU «Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι;» Λέγουσιν αὐτῷ, «Ναί, Κύριε.» 29Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, λέγων, «Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.» 30Καὶ ἀνεῴχθησαν#ανεωχθησαν f35 ℵW [99.5%] RP,HF,OC,CP,TR ¦ ηνεωχθησαν B,D,N [0.5%] NU ¦ ηνοιχθησαν C αὐτῶν οἱ ὀφθαλμοί. Καὶ ἐνεβριμήσατο#ενεβριμησατο f35 C,D,N,W [98.5%] RP,HF,OC,CP,TR ¦ ενεβριμηθη ℵ(B) [1.5%] NU αὐτοῖς ὁ Ἰησοῦς, λέγων, «Ὁρᾶτε μηδεὶς γινωσκέτω.» 31Οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.
32Αὐτῶν δὲ ἐξερχομένων, ἰδού, προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφόν, δαιμονιζόμενον. 33Καὶ ἐκβληθέντος τοῦ δαιμονίου, ἐλάλησεν ὁ κωφός. Καὶ ἐθαύμασαν οἱ ὄχλοι, λέγοντες ὅτι,#οτι f35 [25%] OC ¦ --- ℵB,C,D,N,W [75%] RP,HF,CP,TR,NU «Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.» 34Οἱ δὲ Φαρισαῖοι ἔλεγον, «Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.»
The harvest needs workers
35Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.#εν τω λαω f35 ℵ [90%] RP,HF,OC,TR ¦ --- B,C,D,N,W [10%] CP,NU 36Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐσκυλμένοι#εσκυλμενοι f35 ℵB,C,D,W [90%] RP,HF,CP,NU ¦ εκλελυμενοι [10%] OC,TR ¦ --- N καὶ ἐρριμμένοι, ὡς#ως f35 C,D,N [50%] OC ¦ ωσει ℵB,W [50%] RP,HF,CP,TR,NU πρόβατα μὴ ἔχοντα ποιμένα. 37Τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· «Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. 38Δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.»
Currently Selected:
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9: F35
Tya elembo
Share
Copy
Olingi kobomba makomi na yo wapi otye elembo na baapareyi na yo nyonso? Kota to mpe Komisa nkombo