1
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:23
Text-Critical Greek New Testament
Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
비교
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:23 살펴보기
2
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:14
Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ᾽ ὑπὸ χάριν.
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:14 살펴보기
3
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:4
Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:4 살펴보기
4
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:13
μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ· ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ.
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:13 살펴보기
5
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:6
τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ·
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:6 살펴보기
6
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:11
Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:11 살펴보기
7
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:1-2
Τί οὖν ἐροῦμεν; Ἐπιμένομεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο. Οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:1-2 살펴보기
8
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:16
Οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς δικαιοσύνην
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:16 살펴보기
9
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:17-18
Χάρις δὲ τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς· ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας, ἐδουλώθητε τῇ δικαιοσύνῃ.
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:17-18 살펴보기
홈
성경
묵상
동영상