ΚΑΤΑ ΛΟΥΚΑΝ 24

24
1Τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου #24:1 βαθεος ¦ βαθεως BYZ CT HFβαθέος, #24:1 ηλθον επι το μνημα ¦ επι το μνημα ηλθον NA SBL TH ¦ επι το μνημα ηλθαν WHἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, #24:1 και τινες συν αυταις ¦ --- CTκαί τινες σὺν αὐταῖς. 2Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου. 3#24:3 και εισελθουσαι ¦ εισελθουσαι δε CTΚαὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα #24:3 του κυριου ιησου ¦ --- SBLτοῦ Κυρίου Ἰησοῦ. 4Καὶ ἐγένετο ἐν τῷ #24:4 διαπορεισθαι ¦ απορεισθαι CTδιαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδού, #24:4 ανδρες δυο ¦ δυο ανδρες TRἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν #24:4 εσθησεσιν αστραπτουσαις ¦ εσθητι αστραπτουση CTἐσθήσεσιν ἀστραπτούσαις· 5ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ #24:5 κλινουσων το προσωπον ¦ κλινουσων τα προσωπα NA SBL WH ¦ κλεινουσων τα προσωπα THκλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν, #24:5 ειπον ¦ ειπαν CTεἶπον πρὸς αὐτάς, Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; 6Οὐκ ἔστιν ὧδε, #24:6 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, 7λέγων #24:7 οτι δει τον υιον του ανθρωπου ¦ τον υιον του ανθρωπου οτι δει CTὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. 8Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, 9καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. 10Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ #24:10 ιωαννα ¦ ιωανα WHἸωάννα καὶ Μαρία #24:10 ιακωβου ¦ η ιακωβου BYZ CT PCKἸακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, #24:10 αι ¦ --- CTαἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 11Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα #24:11 αυτων ¦ ταυτα CTαὐτῶν, καὶ ἠπίστουν αὐταῖς. 12Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια #24:12 κειμενα ¦ --- CTκείμενα μόνα· καὶ ἀπῆλθε πρὸς #24:12 ἑαυτὸν ¦ αὑτὸν SBL WH ¦ αὐτὸν THἑαυτὸν θαυμάζων τὸ γεγονός.
13Καὶ ἰδού, δύο ἐξ αὐτῶν #24:13 ησαν πορευομενοι εν αυτη τη ημερα ¦ εν αυτη τη ημερα ησαν πορευομενοι CTἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς. 14Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. 15Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ #24:15 συζητειν ¦ συνζητειν TH WHσυζητεῖν, καὶ αὐτὸς #24:15 ο ¦ --- CTὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς. 16Οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. 17Εἶπε δὲ πρὸς αὐτούς, Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καί #24:17 εστε ¦ εσταθησαν CTἐστε σκυθρωποί; 18Ἀποκριθεὶς δὲ #24:18 ο εις ω ονομα ¦ εις ονοματι CTὁ εἷς, ᾧ ὄνομα Κλεοπᾶς, εἶπε πρὸς αὐτόν, Σὺ μόνος παροικεῖς #24:18 ιερουσαλημ ¦ εν ιερουσαλημ ANT TRἹερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; 19Καὶ εἶπεν αὐτοῖς, Ποῖα; Οἱ δὲ #24:19 ειπον ¦ ειπαν CTεἶπον αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ #24:19 ναζωραιου 98.8% ¦ ναζαρηνου CT 0.5%Ναζωραίου, #24:19 ος ¦ ως PCKὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ· 20ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν. 21Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά #24:21 γε ¦ γε και CTγε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει #24:21 σημερον ¦ --- CTσήμερον ἀφ᾽ οὗ ταῦτα ἐγένετο. 22Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι #24:22 ορθριαι ¦ ορθριναι CTὄρθριαι ἐπὶ τὸ μνημεῖον· 23καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, #24:23 ηλθον ¦ ηλθαν WHἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῇν. 24Καὶ #24:24 απηλθον ¦ απηλθαν WHἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς #24:24 και ¦ --- WHκαὶ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον. 25Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς, Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· 26οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστόν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; 27Καὶ ἀρξάμενος ἀπὸ #24:27 μωσεως ¦ μωυσεως ANT CTΜωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, #24:27 διηρμηνευεν ¦ διερμηνευσεν CTδιηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ.
28Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο· καὶ αὐτὸς #24:28 προσεποιειτο ¦ προσεποιησατο CTπροσεποιεῖτο #24:28 πορρωτερω ¦ πορρωτερον CTπορρωτέρω πορεύεσθαι. 29Καὶ παρεβιάσαντο αὐτόν, λέγοντες, Μεῖνον μεθ᾽ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστί, καὶ #24:29 κεκλικεν ¦ κεκλικεν ηδη CTκέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. 30Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. 31Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν. 32Καὶ #24:32 ειπον ¦ ειπαν CTεἶπον πρὸς ἀλλήλους, Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν #24:32 εν ημιν ¦ --- WHἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, #24:32 και ¦ --- CTκαὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; 33Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον #24:33 συνηθροισμενους ¦ ηθροισμενους CTσυνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, 34λέγοντας ὅτι #24:34 ηγερθη ο κυριος οντως ¦ οντως ηγερθη ο κυριος CTἨγέρθη ὁ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι. 35Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
36Ταῦτα δὲ αὐτῶν λαλούντων, #24:36 αυτος ¦ και αυτος PCKαὐτὸς #24:36 ο ιησους ¦ --- CTὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν, #24:36 και λεγει αυτοις ειρηνη υμιν ¦ --- SBLκαὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν. 37Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38Καὶ εἶπεν αὐτοῖς, Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν #24:38 ταις καρδιαις ¦ τη καρδια CTταῖς καρδίαις ὑμῶν; 39Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι #24:39 αυτος εγω ειμι ¦ εγω ειμι αυτος CTαὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40Καὶ τοῦτο εἰπὼν #24:40 επεδειξεν ¦ εδειξεν CTἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. 41Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς, Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, #24:42 και απο μελισσιου (μελισσειου PCK) κηριου 91.9% ¦ --- CT 0.7%καὶ ἀπὸ μελισσίου κηρίου. 43Καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
44Εἶπε δὲ #24:44 αυτοις ¦ προς αυτους CTαὐτοῖς, Οὗτοι οἱ #24:44 λογοι ¦ λογοι μου CTλόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ #24:44 μωσεως ¦ μωυσεως ANT CTΜωσέως καὶ #24:44 προφηταις ¦ τοις προφηταις NA TH WHπροφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς γραφάς· 46καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτω γέγραπται, #24:46 και ουτως εδει ¦ --- CTκαὶ οὕτως ἔδει παθεῖν τὸν Χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν #24:47 και 99.4% ¦ εις NA WH 0.5%καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, #24:47 αρξαμενον 94.7% ¦ αρξαμενοι CT 1.1%ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. 48Ὑμεῖς #24:48 δε εστε ¦ εστε SBL TH ¦ --- NA WHδέ ἐστε μάρτυρες τούτων. 49#24:49 και ιδου εγω αποστελλω ¦ και ιδου εγω εξαποστελλω SBL WH ¦ καγω εξαποστελλω THΚαὶ ἰδού, ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾽ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει #24:49 ιερουσαλημ ¦ --- CTἹερουσαλήμ, ἕως οὗ ἐνδύσησθε #24:49 δυναμιν εξ υψους ¦ εξ υψους δυναμιν CTδύναμιν ἐξ ὕψους.
50Ἐξήγαγε δὲ αὐτοὺς #24:50 εξω ¦ --- SBL TH WHἔξω ἕως #24:50 εις ¦ προς CTεἰς Βηθανίαν· καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτούς, διέστη ἀπ᾽ αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. 52Καὶ αὐτοὶ προσκυνήσαντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης· 53καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ, #24:53 αινουντες και ¦ --- CTαἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. #24:53 αμην ¦ --- CTἈμήν.#24:53 The following scribal note is included in the colophons of many Greek manuscripts: Ἐξεδόθη μετὰ χρόνους ιε΄ τῆς τοῦ Χριστοῦ ἀναλήψεως.

ಪ್ರಸ್ತುತ ಆಯ್ಕೆ ಮಾಡಲಾಗಿದೆ:

ΚΑΤΑ ΛΟΥΚΑΝ 24: TCGNT

Highlight

ಶೇರ್

ಕಾಪಿ

None

Want to have your highlights saved across all your devices? Sign up or sign in