ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3

3
1Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων· 2οὗτος ἦλθε πρὸς #3:2 αυτον ¦ τον ιησουν BYZ PCK TRαὐτὸν νυκτός, καὶ εἶπεν αὐτῷ, #3:2 ραββι ¦ ραββει TH WHῬαββί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ #3:2 ταυτα τα σημεια δυναται ¦ δυναται ταυτα τα σημεια CTταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾽ αὐτοῦ. 3Ἀπεκρίθη #3:3 ο ¦ --- ANT CT PCKὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. 4Λέγει πρὸς αὐτὸν #3:4 ο ¦ --- PCK THὁ Νικόδημος, Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; 5Ἀπεκρίθη #3:5 ιησους 82.2% ¦ ο ιησους TR WH 16.7%Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 6Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι. 7Μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. 8Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος.
9Ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ, Πῶς δύναται ταῦτα γενέσθαι; 10Ἀπεκρίθη #3:10 ιησους ¦ ο ιησους TRἸησοῦς καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραήλ, καὶ ταῦτα οὐ γινώσκεις; 11Ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν· καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. 12Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; 13Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου #3:13 ο ων εν τω ουρανω 97.6% ¦ --- CT 1.1%ὁ ὢν ἐν τῷ οὐρανῷ. 14Καὶ καθὼς #3:14 μωσης ¦ μωυσης ANT CTΜωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου· 15ἵνα πᾶς ὁ πιστεύων #3:15 εις αυτον 96.7% ¦ εν αυτω NA SBL WH 0.4%εἰς αὐτὸν #3:15 μη αποληται αλλ ¦ --- CTμὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.
16Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν #3:16 αυτου 95.9% ¦ --- CT 0.4%αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, #3:16 αλλ ¦ αλλα SBL WHἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον. 17Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν #3:17 αυτου ¦ --- CTαὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ. 18Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ #3:18 δε ¦ --- WHδὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ. 19Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ #3:19 πονηρα αυτων ¦ αυτων πονηρα CTπονηρὰ αὐτῶν τὰ ἔργα. 20Πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ. 21Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.
22Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν· καὶ ἐκεῖ διέτριβε μετ᾽ αὐτῶν καὶ ἐβάπτιζεν. 23Ἦν δὲ καὶ #3:23 ιωαννης ¦ ο ιωαννης NA SBL ¦ ο ιωανης WHἸωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ #3:23 σαλημ ¦ σαλειμ ANT BYZ CT TRΣαλήμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ· καὶ #3:23 παρεγινοντο ¦ παρεγεινοντο THπαρεγίνοντο καὶ ἐβαπτίζοντο. 24Οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν #3:24 ο ιωαννης ¦ ιωανης WHὁ Ἰωάννης.
25Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν #3:25 ιωαννου ¦ ιωανου WHἸωάννου μετὰ #3:25 ιουδαιου 85.1% ¦ ιουδαιων TR 13.5%Ἰουδαίου περὶ καθαρισμοῦ. 26Καὶ #3:26 ηλθον ¦ ηλθαν WHἦλθον πρὸς τὸν #3:26 ιωαννην ¦ ιωανην WHἸωάννην καὶ #3:26 ειπον ¦ ειπαν CTεἶπον αὐτῷ, #3:26 ραββι ¦ ραββει TH WHῬαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν. 27Ἀπεκρίθη #3:27 ιωαννης ¦ ιωανης WHἸωάννης καὶ εἶπεν, Οὐ δύναται ἄνθρωπος λαμβάνειν #3:27 ουδεν 88.7% ¦ ουδε εν NA SBL 0.1%οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. 28Αὐτοὶ ὑμεῖς #3:28 μαρτυρειτε ¦ μοι μαρτυρειτε ANT CT PCK TRμαρτυρεῖτε ὅτι #3:28 ειπον ¦ ειπον οτι NA ¦ ειπον εγω WHεἶπον, Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ᾽ ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. 29Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου· αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. 30Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.
31Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. Ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστί. 32#3:32 και ¦ --- CTΚαὶ ὃ ἑώρακε καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ· καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. 33Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. 34Ὃν γὰρ ἀπέστειλεν ὁ Θεός, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ· οὐ γὰρ ἐκ μέτρου δίδωσιν #3:34 ο θεος ¦ --- CTὁ Θεὸς τὸ πνεῦμα. 35Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. 36Ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ, οὐκ ὄψεται #3:36 ζωην ¦ την ζωην BYZ HF PCKζωήν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ #3:36 μένει ¦ μενεῖ PCKμένει ἐπ᾽ αὐτόν.

ಪ್ರಸ್ತುತ ಆಯ್ಕೆ ಮಾಡಲಾಗಿದೆ:

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3: TCGNT

Highlight

ಶೇರ್

ಕಾಪಿ

None

Want to have your highlights saved across all your devices? Sign up or sign in