ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1

1
1Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ #1:1 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ, υἱοῦ Ἀβραάμ.
2Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ· Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ· 3Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ· Φαρὲς δὲ ἐγέννησε τὸν Ἑσρώμ· Ἑσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ· 4Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ· Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών· Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών· 5Σαλμὼν δὲ ἐγέννησε τὸν #1:5 βοοζ ¦ βοες CTΒοὸζ ἐκ τῆς Ῥαχάβ· #1:5 βοοζ ¦ βοες CTΒοὸζ δὲ ἐγέννησε τὸν #1:5 ωβηδ ¦ ιωβηδ CTὨβὴδ ἐκ τῆς Ῥούθ· #1:5 ωβηδ ¦ ιωβηδ CTὨβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί· 6Ἰεσσαὶ δὲ ἐγέννησε τὸν #1:6 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυὶδ τὸν βασιλέα.
# 1:6 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH Δαυὶδ δὲ #1:6 ο βασιλευς ¦ --- CTὁ βασιλεὺς ἐγέννησε τὸν #1:6 σολομωνα ¦ σολομωντα TRΣολομῶνα ἐκ τῆς τοῦ Οὐρίου· 7Σολομὼν δὲ ἐγέννησε τὸν Ῥοβοάμ· Ῥοβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά· Ἀβιὰ δὲ ἐγέννησε τὸν #1:7–8 ασα ασα ¦ ασαφ ασαφ CTἈσά· 8Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ· Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ· Ἰωρὰμ δὲ ἐγέννησε τὸν #1:8–9 οζιαν οζιας ¦ οζειαν οζειας TH WHὈζίαν· 9Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ· Ἰωάθαμ δὲ ἐγέννησε τὸν #1:9 αχαζ αχαζ ¦ αχας αχας WHἌχαζ· Ἄχαζ δὲ ἐγέννησε τὸν Ἑζεκίαν· 10Ἑζεκίας δὲ ἐγέννησε τὸν #1:10 μανασση ¦ μανασσην PCKΜανασσῆ· Μανασσῆς δὲ ἐγέννησε τὸν #1:10 αμων αμων ¦ αμως αμως CTἈμών· Ἀμὼν δὲ ἐγέννησε τὸν #1:10–11 ιωσιαν ιωσιας ¦ ιωσειαν ιωσειας TH WHἸωσίαν· 11Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.
12Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος, Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ· Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ· 13Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ· Ἀβιοὺδ δὲ ἐγέννησε τὸν #1:13 ελιακειμ ελιακειμ ¦ ελιακιμ ελιακιμ NA SBLἘλιακείμ· Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ· 14Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ· Σαδὼκ δὲ ἐγέννησε τὸν #1:14 αχειμ αχειμ ¦ αχιμ αχιμ NA SBLἈχείμ· Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ· 15Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ· Ἐλεάζαρ δὲ ἐγέννησε τὸν #1:15 ματθαν ματθαν ¦ μαθθαν μαθθαν WHΜατθάν· Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ· 16Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς, ὁ λεγόμενος Χριστός.
17Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως #1:17 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυὶδ γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ #1:17 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ, γενεαὶ δεκατέσσαρες.
18Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ #1:18 γεννησις ¦ γενεσις CTγέννησις οὕτως ἦν· μνηστευθείσης #1:18 γαρ ¦ --- CTγὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. 19Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὤν, καὶ μὴ θέλων αὐτὴν #1:19 παραδειγματισαι ¦ δειγματισαι CTπαραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. 20Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδού, ἄγγελος Κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ, λέγων, Ἰωσήφ, υἱὸς #1:20 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ, μὴ φοβηθῇς παραλαβεῖν #1:20 μαριαμ ¦ μαριαν NA SBL WHΜαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου. 21Τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 22Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ #1:22 του ¦ --- CTτοῦ Κυρίου διὰ τοῦ προφήτου, λέγοντος,
23Ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν,
καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ,
ὅ ἐστι μεθερμηνευόμενον, Μεθ᾽ ἡμῶν ὁ Θεός. 24#1:24 διεγερθεις ¦ εγερθεις CTΔιεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου· καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, 25καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε #1:25 τον υιον αυτης τον πρωτοτοκον 98.6% ¦ υιον CT 0.5%τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in