1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:41
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
Bandingkan
Telusuri ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:41
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:38
τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ.
Telusuri ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:38
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:39
καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ.
Telusuri ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:39
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:28
τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Telusuri ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:28
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:26
Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε· λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου·
Telusuri ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:26
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:27
καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· πίετε ἐξ αὐτοῦ πάντες·
Telusuri ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:27
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:40
καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ!
Telusuri ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:40
8
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:29
λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.
Telusuri ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:29
9
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:75
καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.
Telusuri ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:75
10
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:46
ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.
Telusuri ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:46
11
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:52
τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀποθανοῦνται.
Telusuri ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:52
Beranda
Alkitab
Rencana
Video