1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:30-31
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με. εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· ὀλιγόπιστε! εἰς τί ἐδίστασας
Bandingkan
Telusuri ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:30-31
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:30
βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με.
Telusuri ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:30
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:27
εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.
Telusuri ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:27
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:28-29
ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. ὁ δὲ εἶπεν, ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν.
Telusuri ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:28-29
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:33
οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς εἶ.
Telusuri ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:33
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:16-17
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ λέγουσιν αὐτῷ· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.
Telusuri ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:16-17
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:18-19
ὁ δὲ εἶπε· φέρετέ μοι αὐτοὺς ὧδε. καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
Telusuri ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:18-19
8
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:20
καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις.
Telusuri ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:20
Beranda
Alkitab
Rencana
Video