1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:7
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν, ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν·
Համեմատել
Ուսումնասիրեք ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:7
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:8
πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται.
Ուսումնասիրեք ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:8
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:24
Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν·
Ուսումնասիրեք ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:24
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:12
Πάντα οὖν ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.
Ուսումնասիրեք ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:12
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:14
τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν!
Ուսումնասիրեք ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:14
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:13
Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾽ αὐτῆς.
Ուսումնասիրեք ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:13
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:11
εἰ οὗν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν
Ուսումնասիրեք ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:11
8
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:1-2
Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν.
Ուսումնասիրեք ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:1-2
9
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:26
καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον·
Ուսումնասիրեք ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:26
10
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:3-4
τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, ἄφες ἐκβάλω τὸ κάρφος ἀπὸ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου
Ուսումնասիրեք ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:3-4
11
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:15-16
Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν ἢ ἀπὸ τριβόλων σῦκα
Ուսումնասիրեք ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:15-16
12
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:17
οὕτω πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ.
Ուսումնասիրեք ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:17
13
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:18
οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.
Ուսումնասիրեք ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:18
14
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:19
πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
Ուսումնասիրեք ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:19
Գլխավոր
Աստվածաշունչ
Ծրագրեր
Տեսանյութեր