1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:36-37
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως· ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.
Համեմատել
Ուսումնասիրեք ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:36-37
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:34
γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.
Ուսումնասիրեք ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:34
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:35
ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά.
Ուսումնասիրեք ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:35
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:31
Διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται τοῖς ἀνθρώποις·
Ուսումնասիրեք ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:31
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:33
Ἢ ποιήσατε τὸ δένδρον καλόν, καὶ τὸν καρπόν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρόν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.
Ուսումնասիրեք ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:33
Գլխավոր
Աստվածաշունչ
Ծրագրեր
Տեսանյութեր