ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1
1
Abraham to Christ—1997 BC to 5 BC
1Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυίδ,#Since most minuscules have the abbreviation δαδ, the choice between δαβιδ and δαυιδ becomes difficult, if not arbitrary. The LXX and most uncials have δαυιδ. υἱοῦ Ἁβραάμ·#ἁβρααμ f35 [60%] ¦ ἀβρααμ [40%] RP,HF,OC,CP,TR,NU [When Jehovah changed Abram’s name to Abraham (Genesis 17:5) the intervocalic aspiration in Hebrew is adequately represented in English by ‘h’; but so far as I know, there is no way in Greek to indicate intervocalic aspiration within a word—the only alternative to losing the aspiration altogether would be to place it at the beginning of the word.]
2Ἁβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ· 3Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἐσρώμ, Ἐσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ· 4Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ,#αμιναδαβ rell ¦ αμιναδαμ [30%] (In the minuscule manuscripts β is often written like an μ, only without the ‘tail’—if the scribe was the least bit careless, they could easily be confused.) Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών· 5Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ#βοοζ f35 W [99%] RP,HF,OC,CP,TR ¦ βοες 𝕻1ℵB [0.5%] NU ¦ βοος C [0.5%] ἐκ τῆς Ῥαχάβ, Βοὸζ δὲ ἐγέννησεν τὸν Ὠβὴδ#ωβηδ f35 W [98%] RP,HF,OC,CP,TR ¦ ιωβηδ ℵB,C [2%] NU ¦ two other spellings ἐκ τῆς Ῥούθ, Ὠβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί, 6Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυὶδ τὸν βασιλέα.
Δαυὶδ δὲ ὁ βασιλεὺς#ο βασιλευς f35 C,W [98%] RP,HF,OC,CP,TR ¦ --- 𝕻1ℵB [2%] NU ἐγέννησεν τὸν Σολομῶνα#σολομωνα f35 𝕻1B,C [90%] RP,HF,OC,CP,NU ¦ σολομωντα W [9%] TR ¦ σαλομων ℵ [0.5%] ¦ σολομων [0.5%] ἐκ τῆς τοῦ Οὐρίου, 7Σολομὼν δὲ ἐγέννησεν τὸν Ῥοβοάμ, Ῥοβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσά·#ασα f35 W [98%] RP,HF,OC,CP,TR ¦ ασαφ 𝕻1vℵB,C [2%] NU (twice) 8Ἀσὰ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν· 9Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησεν τὸν Ἄχαζ, Ἄχαζ δὲ ἐγέννησεν τὸν Ἐζεκίαν· 10Ἐζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆν,#μανασσην f35 [25%] ¦ μανασση ℵB,C,W [73%] RP,HF,OC,CP,TR,NU ¦ μανασην [2%] Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμών,#αμων f35 W [96%] RP,HF,OC,CP,TR ¦ αμμων [2%] ¦ αμως ℵC [2%] NU ¦ αμνων B ¦ one other spelling Ἀμὼν δὲ ἐγέννησεν τὸν Ἰωσίαν· 11Ἰωσίας δὲ ἐγέννησεν#εγεννησεν rell ¦ 1 τον ιωακειμ ιωακειμ δε 1 (11.6%) τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας#μετοικεσιας rell ¦ μετοικησιας [10%] (also in verse 17, twice) Βαβυλῶνος.
12Μετὰ δὲ τὴν μετοικεσίαν#μετοικεσιαν rell ¦ μετοικησιαν [10%] Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ· 13Ζοροβάβελ δὲ ἐγέννησεν τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακείμ,#ελιακειμ rell ¦ ελιακιμ W [10%] NU Ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ· 14Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ,#αχειμ 𝕻1 rell ¦ αχιμ [10%] NU ¦ αχειν W ¦ two other spellings Ἀχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ· 15Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν#ματθαν rell ¦ ματθατ [2%] ¦ ματθαμ CP (twice) ¦ μαθθαν 𝕻1B δὲ ἐγέννησεν τὸν Ἰακώβ· 16Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς, ὁ λεγόμενος Χριστός.
17Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἁβραὰμ ἕως Δαυὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.
Conception of Jesus—5 BC
18Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις#γεννησις f35 [96.5%] RP,HF,OC,CP,TR ¦ γενεσις 𝕻1ℵB [3%] NU ¦ γενεσεις C,W ¦ two other spellings οὕτως ἦν· Μνηστευθείσης γὰρ#γαρ f35 W [98%] RP,HF,OC,CP,TR ¦ --- 𝕻1ℵB,C [2%] NU τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. 19Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι,#παραδειγματισαι f35 ℵC,W [99%] RP,HF,OC,CP,TR ¦ δειγματισαι 𝕻1B [1%] NU ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. 20Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδού, ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· «Ἰωσήφ, υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ#μαριαμ f35 ℵC,D,W [99%] RP,HF,OC,CP,TR ¦ μαριαν B [1%] NU τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου. 21Τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» 22Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ#του f35 [97%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C,D,W [3%] NU Κυρίου διὰ τοῦ προφήτου λέγοντος· 23«Ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ,» ὅ ἐστιν μεθερμηνευόμενον, ‹μεθ᾿ ἡμῶν ὁ Θεός.› 24Διεγερθεὶς#διεγερθεις f35 D,W [99%] RP,HF,OC,CP,TR ¦ εγερθεις ℵB,C [1%] NU δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ, 25καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν τὸν υἱὸν αὐτῆς, τὸν πρωτότοκον.#τον υιον αυτης τον πρωτοτοκον f35 C,D,N,W (99.5%) RP,HF,OC,CP,TR ¦ υιον ℵB (0.5%) NU (1454 vs 8 manuscripts) Καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ΙΗΣΟΥΝ.
Επιλέχθηκαν προς το παρόν:
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1: F35
Επισημάνσεις
Κοινοποίηση
Αντιγραφή
Θέλετε να αποθηκεύονται οι επισημάνσεις σας σε όλες τις συσκευές σας; Εγγραφείτε ή συνδεθείτε