YouVersion Logo
Search Icon

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8

8
1Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, #8:1 μη κατα σαρκα περιπατουσιν αλλα κατα πνευμα 91.9% ¦ --- CT 2.5%μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. 2Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ #8:2 με ¦ σε NA SBL WHμε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. 3Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· 4ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. 5Οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν· οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος. 6Τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος· τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη· 7διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν, τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται· 8οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται.
9Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, #8:9 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἐν πνεύματι, εἴπερ πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. 10Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν #8:10 δια ¦ δι ANT PCK TRδιὰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. 11Εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος #8:11 ιησουν ¦ τον ιησουν CTἸησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας #8:11 τον χριστον εκ νεκρων 85.3% ¦ χριστον εκ νεκρων NA TH 2.3% ¦ εκ νεκρων χριστον ιησουν SBL WH 2%τὸν Χριστὸν ἐκ νεκρῶν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ #8:11 το ενοικουν αυτου πνευμα 77% ¦ του ενοικουντος αυτου πνευματος NA SCR WH 16.4%τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν.
12Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκί, τοῦ κατὰ σάρκα ζῇν· 13εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. 14Ὅσοι γὰρ πνεύματι Θεοῦ ἄγονται, οὗτοί #8:14 εισιν υιοι θεου ¦ υιοι θεου εισιν NA TH WH ¦ υιοι εισι θεου SBLεἰσιν υἱοὶ Θεοῦ. 15Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, #8:15 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ, ὁ πατήρ. 16Αὐτὸ τὸ πνεῦμα #8:16 συμμαρτυρει ¦ συνμαρτυρει TH WHσυμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ· 17εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν Θεοῦ, #8:17 συγκληρονομοι ¦ συνκληρονομοι TH WHσυγκληρονόμοι δὲ Χριστοῦ· εἴπερ #8:17 συμπασχομεν ¦ συνπασχομεν TH WHσυμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.
18Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. 19Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. 20Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, #8:20 επ ¦ εφ CTἐπ᾽ ἐλπίδι· 21ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. 22Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις #8:22 συστεναζει ¦ συνστεναζει WHσυστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. 23Οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, #8:23 και ημεις 89.2% ¦ ημεις και CT 2.8%καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. 24Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει #8:24 τις τί καὶ ¦ τίς τί καὶ TH ¦ τίς NA SBL WHτις, τί καὶ ἐλπίζει; 25Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι᾽ ὑπομονῆς ἀπεκδεχόμεθα.
26Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται #8:26 ταις ασθενειαις 91.3% ¦ τη ασθενεια CT 4.9%ταῖς ἀσθενείαις ἡμῶν· τὸ γὰρ τί #8:26 προσευξομεθα ¦ προσευξωμεθα CT TRπροσευξόμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν, #8:26 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει #8:26 υπερ ημων ¦ --- CTὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις· 27ὁ δὲ #8:27 ερευνων ¦ εραυνων CTἐρευνῶν τὰς καρδίας οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. 28Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα #8:28 συνεργει ¦ συνεργει ο θεος WHσυνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. 29Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· 30οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε.
31Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾽ ἡμῶν; 32Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, #8:32 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; 33Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν· 34τίς ὁ #8:34 κατακρίνων ¦ κατακρινῶν NA SBL WHκατακρίνων; #8:34 χριστος ¦ χριστος ιησους NA WHΧριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ #8:34 και εγερθεις 83.8% ¦ εγερθεις NA SBL TH 9.5% ¦ εγερθεις εκ νεκρων WH 2.8%καὶ ἐγερθείς, ὃς #8:34 και ¦ --- WHκαί ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. 35Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις, ἢ στενοχωρία, ἢ διωγμός, ἢ λιμός, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; 36Καθὼς γέγραπται ὅτι
# 8:36 ενεκεν ¦ ενεκα ANT PCK TR Ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν·
ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
37Ἀλλ᾽ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. 38Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε #8:38 δυναμεις ουτε ενεστωτα ουτε μελλοντα ¦ ενεστωτα ουτε μελλοντα ουτε δυναμεις CTδυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα 39οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in