YouVersion Logo
Search Icon

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16

16
1Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν #16:1 διακονον ¦ και διακονον NA SBL WHδιάκονον τῆς ἐκκλησίας τῆς ἐν #16:1 κεγχρεαις ¦ κενχρεαις TH WHΚεγχρεαῖς· 2ἵνα #16:2 αυτην προσδεξησθε ¦ προσδεξησθε αυτην WHαὐτὴν προσδέξησθε ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι· καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη, καὶ #16:2 αυτου εμου ¦ εμου αυτου CTαὐτοῦ ἐμοῦ.
3Ἀσπάσασθε #16:3 πρισκαν ¦ πρισκιλλαν ANT BYZ TRΠρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ, 4οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν· 5καὶ τὴν κατ᾽ οἶκον αὐτῶν ἐκκλησίαν. Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς #16:5 αχαιας 94.8% ¦ ασιας CT 4.4%Ἀχαΐας εἰς Χριστόν. 6Ἀσπάσασθε #16:6 μαριαμ ¦ μαριαν NA TH WHΜαριάμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς #16:6 ημας 75.9% ¦ υμας CT PCK 23.2%ἡμᾶς. 7Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ #16:7 γεγονασιν ¦ γεγοναν CTγεγόνασιν ἐν Χριστῷ. 8Ἀσπάσασθε #16:8 αμπλιαν ¦ αμπλιατον CTἈμπλίαν τὸν ἀγαπητόν μου ἐν Κυρίῳ. 9Ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ, καὶ Στάχυν τὸν ἀγαπητόν μου. 10Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου. 11Ἀσπάσασθε #16:11 ηρωδιωνα ¦ ηροδιωνα TRἩρῳδίωνα τὸν #16:11 συγγενη ¦ συγγενην THσυγγενῆ μου. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου, τοὺς ὄντας ἐν Κυρίῳ. 12Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν Κυρίῳ. Ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ. 13Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. 14Ἀσπάσασθε #16:14 ασυγκριτον ¦ ασυνκριτον WHἈσύγκριτον, Φλέγοντα, #16:14 ερμαν πατροβαν ερμην ¦ ερμην πατροβαν ερμαν CTἙρμᾶν, Πατρόβαν, Ἑρμῆν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. 15Ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. 16Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ #16:16 εκκλησιαι 73.1% ¦ εκκλησιαι πασαι CT 12.7%ἐκκλησίαι τοῦ Χριστοῦ.
17Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα, παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας· καὶ #16:17 εκκλινατε ¦ εκκλινετε NA SBL WH ¦ εκκλεινετε THἐκκλίνατε ἀπ᾽ αὐτῶν. 18Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν #16:18 ιησου ¦ --- CTἸησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ· καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. 19Ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. #16:19 χαιρω ουν το εφ υμιν ¦ εφ υμιν ουν χαιρω CTΧαίρω οὖν τὸ ἐφ᾽ ὑμῖν· θέλω δὲ ὑμᾶς σοφοὺς #16:19 μεν ¦ --- NA SBL THμὲν εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. 20Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ #16:20 χριστου μεθ υμων 92% ¦ χριστου μεθ υμων αμην SCR 3.9% ¦ μεθ υμων NA TH WH 1%Χριστοῦ μεθ᾽ ὑμῶν.
21 # 16:21 ασπαζονται ¦ ασπαζεται CT Ἀσπάζονται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου.
22Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος, ὁ γράψας τὴν ἐπιστολήν, ἐν Κυρίῳ.
23Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ #16:23 της εκκλησιας ολης ¦ ολης της εκκλησιας CTτῆς ἐκκλησίας ὅλης. Ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως, καὶ Κούαρτος ὁ ἀδελφός.
24 # 16:24 η χαρις του κυριου ημων ιησου χριστου μετα παντων υμων αμην 83.3% ¦ η χαρις του κυριου ημων ιησου χριστου μετα παντων ημων αμην PCK 8.2% ¦ --- NA TH WH 3.2% Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.#16:24 {omit verses 25–27} 92.9% ¦ {include verses 25–27} NA TH TR WH 7.1% [Note: See 14:24–26.],#16:24 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Ῥωμαίους ἐγράφη ἀπὸ Κορίνθου διὰ Φοίβης τῆς διακόνου τῆς ἐν Κεγχρεαῖς ἐκκλησίας.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in