YouVersion Logo
Search Icon

ΚΑΤΑ ΜΑΡΚΟΝ 7

7
1Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι, καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων· 2καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ #7:2 κοιναις … εσθιοντας ¦ οτι κοιναις … εσθιουσι CTκοιναῖς χερσί, τοῦτ᾽ ἔστιν ἀνίπτοις, ἐσθίοντας #7:2 αρτους ¦ τους αρτους CTἄρτους #7:2 εμεμψαντο ¦ --- CTἐμέμψαντο. 3Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων· 4καὶ #7:4 απο ¦ απ CTἀπὸ ἀγορᾶς, ἐὰν μὴ #7:4 βαπτισωνται 78.4% ¦ ραντισωνται WH 3.4%βαπτίσωνται, οὐκ ἐσθίουσι· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ #7:4 χαλκιων (χαλκειων PCK) και κλινων 98.6% ¦ χαλκιων TH WH 0.6%χαλκίων καὶ κλινῶν. 5#7:5 επειτα ¦ και CTἜπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, Διὰ τί #7:5 οι μαθηται σου ου περιπατουσι ¦ ου περιπατουσιν οι μαθηται σου ANT CTοἱ μαθηταί σου οὐ περιπατοῦσι κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, #7:5 αλλα ¦ αλλ ANTἀλλὰ #7:5 ανιπτοις ¦ κοιναις CTἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον; 6Ὁ δὲ #7:6 αποκριθεις ¦ --- CTἀποκριθεὶς εἶπεν αὐτοῖς #7:6 οτι ¦ --- CTὅτι Καλῶς #7:6 προεφητευσεν ¦ επροφητευσεν CTπροεφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς #7:6 γεγραπται ¦ γεγραπται οτι NA SBL TH WHγέγραπται,
Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ,
ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ.
7Μάτην δὲ σέβονταί με,
διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
8Ἀφέντες #7:8 γαρ ¦ --- CTγὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, #7:8 βαπτισμους ξεστων και ποτηριων και αλλα παρομοια τοιαυτα πολλα ποιειτε 74.8% ¦ --- CT 1.7%βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων· καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
9Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν #7:9 τηρησητε 97.6% ¦ στησητε NA 0.7%τηρήσητε. 10#7:10 μωσης ¦ μωυσης ANT CTΜωσῆς γὰρ εἶπε, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 11ὑμεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν, ὅ ἐστι, δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς· 12#7:12 και ¦ --- NA SBL TH WHκαὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ #7:12 αυτου ¦ --- CTαὐτοῦ ἢ τῇ μητρὶ #7:12 αυτου ¦ --- CTαὐτοῦ, 13ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
14Καὶ προσκαλεσάμενος #7:14 παντα ¦ παλιν CTπάντα τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, #7:14 ακουετε ¦ ακουσατε CTἈκούετέ μου πάντες, καὶ #7:14 συνιετε ¦ συνετε CTσυνίετε. 15Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτόν, ὃ δύναται #7:15 αυτον κοινωσαι ¦ κοινωσαι αυτον CTαὐτὸν κοινῶσαι· ἀλλὰ τὰ #7:15 εκπορευομενα απ αυτου εκεινα ¦ εκπορευομενα ANT ¦ εκ του ανθρωπου εκπορευομενα CTἐκπορευόμενα ἀπ᾽ αὐτοῦ, ἐκεῖνά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. 16#7:16 ει τις εχει ωτα ακουειν ακουετω 97.6% ¦ --- ANT NA SBL TH WH 1.1% [Note: ECM encloses this text with double brackets.]Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.
17Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ #7:17 περι της παραβολης ¦ την παραβολην CTπερὶ τῆς παραβολῆς. 18Καὶ λέγει αὐτοῖς, Οὕτω καὶ ὑμεῖς ἀσύνετοί ἐστε; #7:18 ου ¦ ουπω ANTΟὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, 19ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾽ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, #7:19 καθαριζον ¦ καθαριζων CTκαθαρίζον πάντα τὰ βρώματα. 20Ἔλεγε δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. 21Ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, #7:21–22 μοιχειαι πορνειαι φονοι κλοπαι ¦ πορνειαι κλοπαι φονοι μοιχειαι CTμοιχεῖαι, πορνεῖαι, φόνοι, 22κλοπαί, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· 23πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, καὶ κοινοῖ τὸν ἄνθρωπον.
24 # 7:24 και εκειθεν ¦ εκειθεν δε CT Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ #7:24 μεθορια ¦ ορια CTμεθόρια Τύρου #7:24 και σιδωνος ¦ --- ECM* NA SBLκαὶ Σιδῶνος. Καὶ εἰσελθὼν εἰς #7:24 οικιαν ¦ την οικιαν TRοἰκίαν, οὐδένα ἤθελε γνῶναι, καὶ οὐκ #7:24 ηδυνηθη ¦ ηδυνασθη WHἠδυνήθη λαθεῖν. 25#7:25 ακουσασα γαρ ¦ αλλ ευθυς ακουσασα CTἈκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ· 26#7:26 ην δε η γυνη ¦ η δε γυνη ην ANT ECM NA SBL WH ¦ η γυνη δε ην THἦν δὲ ἡ γυνὴ Ἑλληνίς, #7:26 συραφοινικισσα ¦ συροφοινισσα TR ¦ συροφοινικισσα ANT CTΣυραφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον #7:26 εκβαλη ¦ εκβαλλη TRἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 27#7:27 ο δε ιησους ειπεν ¦ και ελεγεν CTὉ δὲ Ἰησοῦς εἶπεν αὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ #7:27 καλον εστι ¦ εστι καλον ANT ECM NA TH WHκαλόν ἐστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ #7:27 βαλειν τοις κυναριοις ¦ τοις κυναριοις βαλειν ANT CTβαλεῖν τοῖς κυναρίοις. 28Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, #7:28 ναι ¦ --- ECM NA SBLΝαί, Κύριε· καὶ #7:28 γαρ ¦ --- ANT CTγὰρ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης #7:28 εσθιει ¦ εσθιουσιν ANT CTἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων. 29Καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθε #7:29 το δαιμονιον εκ της θυγατρος σου ¦ εκ της θυγατρος σου το δαιμονιον CTτὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου. 30Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρε τὸ #7:30 δαιμονιον εξεληλυθος και την θυγατερα βεβλημενην επι της κλινης ¦ παιδιον βεβλημενον επι την κλινην και το δαιμονιον εξεληλυθος ANT ECM NA SBL WH ¦ παιδιον βεβλημενον επι την κλεινην και το δαιμονιον εξεληλυθος THδαιμόνιον ἐξεληλυθός, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης.
31Καὶ πάλιν #7:31 εξελθων ¦ εξελθων ο ιησους PCKἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου #7:31 και σιδωνος ηλθε 98% ¦ ηλθε δια σιδωνος CT 0.7%καὶ Σιδῶνος, ἦλθε #7:31 προς ¦ εις CTπρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32Καὶ φέρουσιν αὐτῷ #7:32 κωφον ¦ κωφον και ECM* NA SBL TH WHκωφὸν #7:32 μογγιλαλον ¦ μογιλαλον ANT BYZ CT TRμογγιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾽ ἰδίαν, ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 34καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, ἐστέναξε, καὶ λέγει αὐτῷ, Ἐφφαθά, ὅ ἐστι, Διανοίχθητι. 35Καὶ #7:35 ευθεως ¦ --- ECM SBL TH WHεὐθέως #7:35 διηνοιχθησαν ¦ ηνοιγησαν CTδιηνοίχθησαν αὐτοῦ αἱ ἀκοαί· καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. 36Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ #7:36 ειπωσιν ¦ λεγωσιν CTεἴπωσιν· ὅσον δὲ #7:36 αυτος αυτοις διεστελλετο ¦ αυτοις διεστελλετο αυτοι CTαὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον. 37Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες, Καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ #7:37 τους ¦ --- ECM SBL TH WHτοὺς ἀλάλους λαλεῖν.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in