ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27
27
1Πρωΐας δὲ γενομένης, συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι #27:1 του λαου ¦ --- PCKτοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, ὥστε θανατῶσαι αὐτόν· 2καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν #27:2 αυτον ¦ --- CTαὐτὸν #27:2 ποντιω πιλατω ¦ πιλατω NA SBL ¦ πειλατω TH WHΠοντίῳ Πιλάτῳ τῷ ἡγεμόνι.
3Τότε ἰδὼν Ἰούδας ὁ #27:3 παραδιδους ¦ παραδους TH WHπαραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς #27:3 απεστρεψε ¦ εστρεψε CTἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ #27:3 τοις ¦ --- CTτοῖς πρεσβυτέροις, 4λέγων, Ἥμαρτον παραδοὺς αἷμα #27:4 αθωον ¦ δικαιον WHἀθῷον. Οἱ δὲ #27:4 ειπον ¦ ειπαν NA SBL WHεἶπον, Τί πρὸς ἡμᾶς; Σὺ #27:4 οψει ¦ οψη CTὄψει. 5Καὶ ῥίψας τὰ ἀργύρια #27:5 εν τω ναω 98.3% ¦ εις τον ναον CT 1.3%ἐν τῷ ναῷ, ἀνεχώρησε· καὶ ἀπελθὼν ἀπήγξατο. 6Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια #27:6 ειπον ¦ ειπαν NA SBL WHεἶπον, Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι. 7Συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως, εἰς ταφὴν τοῖς ξένοις. 8Διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος, ἕως τῆς σήμερον. 9Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου, λέγοντος, Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ· 10καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος.
11Ὁ δὲ Ἰησοῦς #27:11 εστη ¦ εσταθη CTἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμών, λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς ἔφη #27:11 αυτω ¦ --- NA SBL WHαὐτῷ, Σὺ λέγεις. 12Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ #27:12 των ¦ --- CT PCKτῶν πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο. 13Τότε λέγει αὐτῷ ὁ #27:13 πιλατος ¦ πειλατος TH WHΠιλάτος, Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι; 14Καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
15Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον. 16Εἶχον δὲ τότε δέσμιον ἐπίσημον, λεγόμενον #27:16 βαραββαν ¦ ιησουν βαραββαν NA SBLΒαραββᾶν. 17Συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς ὁ #27:17 πιλατος ¦ πειλατος TH WHΠιλάτος, Τίνα θέλετε ἀπολύσω ὑμῖν; #27:17 βαραββαν ¦ ιησουν τον βαραββαν NA SBL ¦ τον βαραββαν WHΒαραββᾶν, ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν; 18ᾜδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. 19Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ, λέγουσα, Μηδέν σοι καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾽ ὄναρ δι᾽ αὐτόν. 20Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. 21Ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς, Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; Οἱ δὲ #27:21 ειπον ¦ ειπαν NA SBL WHεἶπον, #27:21 βαραββαν ¦ τον βαραββαν CTΒαραββᾶν. 22Λέγει αὐτοῖς ὁ #27:22 πιλατος ¦ πειλατος TH WHΠιλάτος, Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; Λέγουσιν #27:22 αυτω ¦ --- CTαὐτῷ πάντες, Σταυρωθήτω. 23Ὁ δὲ #27:23 ηγεμων ¦ --- CTἡγεμὼν ἔφη, Τί γὰρ κακὸν ἐποίησεν; Οἱ δὲ περισσῶς ἔκραζον, λέγοντες, Σταυρωθήτω.
24Ἰδὼν δὲ ὁ #27:24 πιλατος ¦ πειλατος TH WHΠιλάτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ, ἀπενίψατο τὰς χεῖρας #27:24 απεναντι ¦ κατεναντι WHἀπέναντι τοῦ ὄχλου, λέγων, Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος #27:24 του δικαιου ¦ --- NA SBL WHτοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε. 25Καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπε, Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. 26Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν· τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.
27Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος, παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπ᾽ αὐτὸν ὅλην τὴν σπεῖραν· 28καὶ ἐκδύσαντες αὐτόν, #27:28 περιεθηκαν αυτω χλαμυδα κοκκινην ¦ χλαμυδα κοκκινην περιεθηκαν αυτω CTπεριέθηκαν αὐτῷ χλαμύδα κοκκίνην. 29Καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ #27:29 την κεφαλην ¦ της κεφαλης CTτὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον #27:29 επι την δεξιαν ¦ εν τη δεξια CTἐπὶ τὴν δεξιὰν αὐτοῦ· καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ #27:29 ενεπαιζον ¦ ενεπαιξαν CTἐνέπαιζον αὐτῷ, λέγοντες, Χαῖρε, #27:29 ο βασιλευς ¦ βασιλευ CTὁ βασιλεὺς τῶν Ἰουδαίων· 30καὶ ἐμπτύσαντες εἰς αὐτόν, ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. 31Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
32Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον, ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 33Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, #27:33 ο ¦ ος TRὅ ἐστι #27:33 λεγομενος κρανιου τοπος ¦ λεγομενον κρανιου τοπος PCK ¦ κρανιου τοπος λεγομενος CTλεγόμενος Κρανίου Τόπος, 34ἔδωκαν αὐτῷ πιεῖν #27:34 οξος ¦ οινον CTὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ #27:34 ηθελε ¦ ηθελησε CTἤθελε πιεῖν.
35Σταυρώσαντες δὲ αὐτόν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, #27:35 βαλλοντες ¦ βαλοντες ANT PCKβάλλοντες #27:35 κληρον ¦ κληρον ινα πληρωθη το ρηθεν υπο του προφητου διεμερισαντο τα ιματια μου εαυτοις και επι τον ιματισμον μου εβαλον κληρον TRκλῆρον. 36Καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην, Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων. 38Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. 39Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, #27:39 κινουντες ¦ κεινουντες THκινοῦντες τὰς κεφαλὰς αὐτῶν, 40καὶ λέγοντες, Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, #27:40 καταβηθι ¦ και καταβηθι NAκατάβηθι ἀπὸ τοῦ σταυροῦ. 41Ὁμοίως #27:41 δε και ¦ και NA SBL WH ¦ --- THδὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων #27:41 και φαρισαιων ¦ --- CT TRκαὶ Φαρισαίων ἔλεγον, 42Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. #27:42 ει ¦ --- CTΕἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ #27:42 πιστευσομεν ¦ πιστευσωμεν ANTπιστεύσομεν #27:42 επ αυτω ¦ αυτω TR ¦ επ αυτον CTἐπ᾽ αὐτῷ. 43Πέποιθεν ἐπὶ τὸν Θεόν· ῥυσάσθω νῦν #27:43 αυτον ¦ --- CTαὐτόν, εἰ θέλει αὐτόν. Εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός. 44Τὸ δ᾽ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ #27:44 συσταυρωθεντες ¦ συνσταυρωθεντες TH WHσυσταυρωθέντες #27:44 αυτω ¦ συν αυτω CTαὐτῷ ὠνείδιζον #27:44 αυτον ¦ αυτω TRαὐτόν.
45Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας #27:45 ενατης ¦ εννατης TRἐνάτης. 46Περὶ δὲ τὴν #27:46 ενατην ¦ εννατην TRἐνάτην ὥραν #27:46 ανεβοησεν ¦ εβοησεν WHἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων, #27:46 ηλι ηλι ¦ ηλει ηλει TH ¦ ελωι ελωι WHἨλί, Ἠλί, #27:46 λιμα ¦ λαμα TR ¦ λεμα CTλιμὰ #27:46 σαβαχθανι ¦ σαβαχθανει TH WHσαβαχθανί; Τοῦτ᾽ ἔστι, Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; 47Τινὲς δὲ τῶν ἐκεῖ #27:47 εστωτων ¦ εστηκοτων CTἑστώτων ἀκούσαντες ἔλεγον ὅτι #27:47 ηλιαν ¦ ηλειαν WHἨλίαν φωνεῖ οὗτος. 48Καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν, καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους, καὶ περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν. 49Οἱ δὲ λοιποὶ #27:49 ελεγον ¦ ειπαν WHἔλεγον, Ἄφες, ἴδωμεν εἰ ἔρχεται #27:49 ηλιας ¦ ηλειας WHἨλίας σώσων #27:49 αυτον 96.7% ¦ αυτον αλλος δε λαβων λογχην ενυξεν αυτου την πλευραν και εξηλθεν υδωρ και αιμα WH 1.1%αὐτόν. 50Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα. 51Καὶ ἰδού, τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη #27:51 εις δυο απο ανωθεν εως κατω ¦ απ ανωθεν εως κατω εις δυο NA SBL WH ¦ εις δυο απ ανωθεν εως κατω THεἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω· καὶ ἡ γῆ ἐσείσθη· καὶ αἱ πέτραι ἐσχίσθησαν· 52καὶ τὰ μνημεῖα ἀνεῴχθησαν· καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων #27:52 ηγερθη ¦ ηγερθησαν CTἠγέρθη· 53καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς. 54Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ #27:54 γενομενα ¦ γινομενα WHγενόμενα, ἐφοβήθησαν σφόδρα, λέγοντες, Ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.
55Ἦσαν δὲ ἐκεῖ #27:55 γυναικες ¦ και γυναικες ANT PCKγυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας, διακονοῦσαι αὐτῷ, 56ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ #27:56 ιωση ¦ ιωσηφ NA SBL WHἸωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.
57Ὀψίας δὲ γενομένης, ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς #27:57 εμαθητευσε ¦ εμαθητευθη NA SBL WHἐμαθήτευσε τῷ Ἰησοῦ· 58οὗτος προσελθὼν τῷ #27:58 πιλατω ¦ πειλατω TH WHΠιλάτῳ, ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Τότε ὁ #27:58 πιλατος ¦ πειλατος TH WHΠιλάτος ἐκέλευσεν ἀποδοθῆναι #27:58 το σωμα ¦ --- CTτὸ σῶμα. 59Καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ #27:59 σινδονι ¦ εν σινδονι NA WHσινδόνι καθαρᾷ, 60καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ, ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ· καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου, ἀπῆλθεν. 61Ἦν δὲ ἐκεῖ #27:61 μαρια ¦ μαριαμ CTΜαρία ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου.
62Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν Παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς #27:62 πιλατον ¦ πειλατον TH WHΠιλάτον, 63λέγοντες, Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. 64Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας· μήποτε ἐλθόντες οἱ μαθηταὶ #27:64 αυτου ¦ --- WHαὐτοῦ #27:64 νυκτος ¦ --- CTνυκτὸς κλέψωσιν αὐτόν, καὶ εἴπωσι τῷ #27:64 λαω ¦ λαω οτι PCKλαῷ, Ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. 65Ἔφη #27:65 δε ¦ --- ANT CTδὲ αὐτοῖς ὁ #27:65 πιλατος ¦ πειλατος TH WHΠιλάτος, Ἔχετε κουστωδίαν· ὑπάγετε, ἀσφαλίσασθε ὡς οἴδατε. 66Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον, σφραγίσαντες τὸν λίθον, μετὰ τῆς κουστωδίας.
Currently Selected:
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27: TCGNT
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain