YouVersion Logo
Search Icon

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22

22
1Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν #22:1 αυτοις εν παραβολαις ¦ εν παραβολαις αυτοις CTαὐτοῖς ἐν παραβολαῖς, λέγων, 2Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ· 3καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. 4Πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων, Εἴπατε τοῖς κεκλημένοις. Ἰδού, τὸ ἄριστόν μου #22:4 ητοιμασα ¦ ητοιμακα CTἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. 5Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, #22:5 ο ¦ ος CTὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν, #22:5 ο ¦ ος CTὁ δὲ #22:5 εις ¦ επι CTεἰς τὴν ἐμπορίαν αὐτοῦ· 6οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. 7#22:7 και ακουσας ο βασιλευς εκεινος ¦ ακουσας δε ο βασιλευς TR ¦ ακουσας δε ο βασιλευς εκεινος ANT ¦ ο δε βασιλευς CTΚαὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε. 8Τότε λέγει τοῖς δούλοις αὐτοῦ, Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι. 9Πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους #22:9 αν ¦ εαν ANT BYZ CTἂν εὕρητε, καλέσατε εἰς τοὺς γάμους. 10Καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας #22:10 οσους ¦ ους CTὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ #22:10 γαμος ¦ νυμφων WHγάμος ἀνακειμένων.
11Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου· 12καὶ λέγει αὐτῷ, Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Ὁ δὲ ἐφιμώθη. 13Τότε #22:13 ειπεν ο βασιλευς ¦ ο βασιλευς ειπε CTεἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις, Δήσαντες αὐτοῦ #22:13 ποδας και χειρας ¦ χειρας και ποδας BYZ PCKπόδας καὶ χεῖρας, #22:13 αρατε αυτον και εκβαλετε ¦ εκβαλετε αυτον NA SBL WHἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 14Πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
15Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν, #22:16 λεγοντες ¦ λεγοντας TH WHλέγοντες, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. 17#22:17 ειπε ¦ ειπον SBL WHΕἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; Ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; 18Γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπε, Τί με πειράζετε, ὑποκριταί; 19Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20Καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; 21Λέγουσιν #22:21 αυτω ¦ --- WHαὐτῷ, Καίσαρος. Τότε λέγει αὐτοῖς, Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. 22Καὶ ἀκούσαντες ἐθαύμασαν· καὶ ἀφέντες αὐτὸν #22:22 απηλθον ¦ απηλθαν CTἀπῆλθον.
23Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, #22:23 οι ¦ --- BYZ CTοἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτόν, 24λέγοντες, Διδάσκαλε, #22:24 μωσης ¦ μωυσης CTΜωσῆς εἶπεν, Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25Ἦσαν δὲ παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος #22:25 γαμησας ¦ γημας CTγαμήσας ἐτελεύτησε· καὶ μὴ ἔχων σπέρμα, ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ. 26Ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. 27Ὕστερον δὲ πάντων ἀπέθανε #22:27 και ¦ --- CTκαὶ ἡ γυνή. 28Ἐν τῇ #22:28 ουν αναστασει ¦ αναστασει ουν CTοὖν ἀναστάσει, τίνος τῶν ἑπτὰ ἔσται #22:28 γυνη ¦ η γυνη ANTγυνή; Πάντες γὰρ ἔσχον αὐτήν.
29Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πλανᾶσθε, μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. 30Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε #22:30 εκγαμιζονται ¦ γαμιζονται CTἐκγαμίζονται, ἀλλ᾽ ὡς ἄγγελοι #22:30 του θεου ¦ θεου ANT SBL TH ¦ --- NA WHτοῦ Θεοῦ ἐν #22:30 ουρανω ¦ τω ουρανω CTοὐρανῷ εἰσι. 31Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ, λέγοντος, 32Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ; Οὐκ ἔστιν ὁ Θεὸς #22:32 θεος ¦ --- CTΘεὸς νεκρῶν, ἀλλὰ ζώντων. 33Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
34Οἱ δὲ Φαρισαῖοι, ἀκούσαντες ὅτι ἐφίμωσε τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό. 35Καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικός, πειράζων αὐτόν, #22:35 και λεγων ¦ --- CTκαὶ λέγων, 36Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37Ὁ δὲ #22:37 ιησους ¦ --- CTἸησοῦς #22:37 εφη ¦ ειπεν TRἔφη αὐτῷ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐν ὅλῃ #22:37 καρδια ¦ τη καρδια ANT NA PCK SBL TH TRκαρδίᾳ σου, καὶ ἐν ὅλῃ #22:37 ψυχη ¦ τη ψυχη ANT CT PCK TRψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου. 38Αὕτη ἐστὶ #22:38 πρωτη και μεγαλη ¦ η μεγαλη και πρωτη CTπρώτη καὶ μεγάλη ἐντολή. 39Δευτέρα #22:39 δε ¦ --- TH WHδὲ ὁμοία #22:39 αὐτῇ ¦ αὕτη BYZ PCK WHαὐτῇ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 40Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος #22:40 και οι προφηται κρεμανται ¦ κρεμαται και οι προφηται CTκαὶ οἱ προφῆται κρέμανται.
41Συνηγμένων δὲ τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς, 42λέγων, Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; Τίνος υἱός ἐστι; Λέγουσιν αὐτῷ, Τοῦ #22:42 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ. 43Λέγει αὐτοῖς, Πῶς οὖν #22:43 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυὶδ ἐν πνεύματι #22:43 κυριον αυτον καλει ¦ καλει αυτον κυριον NA SBL WH ¦ καλει κυριον αυτον THΚύριον αὐτὸν καλεῖ, λέγων,
44Εἶπεν #22:44 ο ¦ --- CTὁ Κύριος τῷ Κυρίῳ μου,
Κάθου ἐκ δεξιῶν μου,
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου #22:44 υποποδιον ¦ υποκατω CTὑποπόδιον τῶν ποδῶν σου;
45Εἰ οὖν #22:45 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυὶδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι; 46Καὶ οὐδεὶς ἐδύνατο #22:46 αυτω αποκριθηναι ¦ αποκριθηναι αυτω CT PCKαὐτῷ ἀποκριθῆναι λόγον· οὐδὲ ἐτόλμησέ τις ἀπ᾽ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in