YouVersion Logo
Search Icon

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20

20
1Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 2#20:2 και συμφωνησας ¦ συμφωνησας δε CT TRΚαὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 3Καὶ ἐξελθὼν περὶ #20:3 τριτην ¦ την τριτην TRτρίτην ὥραν, εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· 4#20:4 και εκεινοις ¦ κακεινοις TRκαὶ ἐκείνοις εἶπεν, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. 5Οἱ δὲ ἀπῆλθον. #20:5 παλιν ¦ παλιν δε NA TH WHΠάλιν ἐξελθὼν περὶ ἕκτην καὶ #20:5 ενατην ¦ εννατην TRἐνάτην ὥραν, ἐποίησεν ὡσαύτως. 6Περὶ δὲ τὴν ἑνδεκάτην #20:6 ωραν ¦ --- CTὥραν ἐξελθών, εὗρεν ἄλλους ἑστῶτας #20:6 αργους ¦ --- CTἀργούς, καὶ λέγει αὐτοῖς, Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; 7Λέγουσιν αὐτῷ, Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, #20:7 και ο εαν η δικαιον ληψεσθε ¦ --- CTκαὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε.
8Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, Κάλεσον τοὺς ἐργάτας, καὶ ἀπόδος #20:8 αυτοις ¦ --- WHαὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. 9#20:9 και ελθοντες ¦ ελθοντες δε WHΚαὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 10#20:10 ελθοντες δε ¦ και ελθοντες CTἘλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι #20:10 πλειονα ¦ πλειον CTπλείονα #20:10 ληψονται ¦ λημψονται CTλήψονται· καὶ ἔλαβον #20:10 και αυτοι ανα δηναριον ¦ το ανα δηναριον και αυτοι CTκαὶ αὐτοὶ ἀνὰ δηνάριον. 11Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, 12λέγοντες #20:12 οτι ¦ --- CTὅτι Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους #20:12 ημιν αυτους ¦ αυτους ημιν SBL WHἡμῖν αὐτοὺς ἐποίησας, τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. 13Ὁ δὲ ἀποκριθεὶς #20:13 ειπεν ενι αυτων ¦ ενι αυτων ειπεν CTεἶπεν ἑνὶ αὐτῶν, Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; 14Ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. 15#20:15 η ¦ --- SBL WHἪ οὐκ ἔξεστί μοι #20:15 ποιησαι ο θελω ¦ ο θελω ποιησαι CTποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; #20:15 ει ¦ η CTΕἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; 16Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι· #20:16 πολλοι γαρ εισι κλητοι ολιγοι δε εκλεκτοι 97.5% ¦ --- CT 1.4%πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
17 # 20:17 και αναβαινων ο ¦ μελλων δε αναβαινειν WH Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβε τοὺς δώδεκα μαθητὰς κατ᾽ ἰδίαν #20:17 εν τη οδω και ¦ και εν τη οδω CTἐν τῇ ὁδῷ, καὶ εἶπεν αὐτοῖς, 18Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, 19καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι· καὶ τῇ τρίτῃ ἡμέρᾳ #20:19 αναστησεται ¦ εγερθησεται CTἀναστήσεται.
20Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι #20:20 παρ ¦ απ NA TH WHπαρ᾽ αὐτοῦ. 21Ὁ δὲ εἶπεν αὐτῇ, Τί θέλεις; Λέγει αὐτῷ, Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δεξιῶν #20:21 σου ¦ --- WHσου, καὶ εἷς ἐξ εὐωνύμων #20:21 σου ¦ --- TRσου, ἐν τῇ βασιλείᾳ σου. 22Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, #20:22 η το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι ¦ και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι TR ¦ --- CTἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; Λέγουσιν αὐτῷ, Δυνάμεθα. 23#20:23 και ¦ --- CTΚαὶ λέγει αὐτοῖς, Τὸ μὲν ποτήριόν μου πίεσθε, #20:23 και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθησεσθε ¦ --- CTκαὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων #20:23 μου ¦ --- CTμου οὐκ ἔστιν #20:23 εμον ¦ εμον τουτο NAἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου. 24Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. 25Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν, Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. 26Οὐχ οὕτω #20:26 δε ¦ --- ANT CTδὲ #20:26 εσται ¦ εστιν WHἔσται #20:26 εν ¦ --- PCKἐν ὑμῖν· ἀλλ᾽ ὃς #20:26 εαν ¦ αν SBL TH WHἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι #20:26 εσται ¦ εστω TRἔσται ὑμῶν διάκονος· 27καὶ ὃς #20:27 εαν ¦ αν CTἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, #20:27 εστω ¦ εσται ANT CT PCKἔστω ὑμῶν δοῦλος· 28ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
29Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ #20:29 ιεριχω ¦ ιερειχω TH WHἸεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. 30Καὶ ἰδού, δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν, λέγοντες, #20:30 ελεησον ημας κυριε ¦ κυριε ελεησον ημας SBL WH ¦ ελεησον ημας ιησου THἘλέησον ἡμᾶς, Κύριε, #20:30 υιος ¦ υιε THυἱὸς #20:30 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ. 31Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν. Οἱ δὲ μεῖζον #20:31 εκραζον ¦ εκραξαν CTἔκραζον, λέγοντες, #20:31 ελεησον ημας κυριε ¦ κυριε ελεησον ημας SBL TH WHἘλέησον ἡμᾶς, Κύριε, #20:31 υιος ¦ υιε THυἱὸς #20:31 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ. 32Καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτούς, καὶ εἶπε, Τί θέλετε ποιήσω ὑμῖν; 33Λέγουσιν αὐτῷ, Κύριε, ἵνα #20:33 ανοιχθωσιν ημων οι οφθαλμοι ¦ ανοιγωσιν οι οφθαλμοι ημων CTἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί. 34Σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν #20:34 οφθαλμων ¦ ομματων CTὀφθαλμῶν αὐτῶν· καὶ εὐθέως ἀνέβλεψαν #20:34 αυτων οι οφθαλμοι ¦ --- CTαὐτῶν οἱ ὀφθαλμοί, καὶ ἠκολούθησαν αὐτῷ.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in