YouVersion Logo
Search Icon

ΚΑΤΑ ΛΟΥΚΑΝ 8

8
1Καὶ ἐγένετο ἐν τῷ καθεξῆς, καὶ αὐτὸς διώδευε κατὰ πόλιν καὶ κώμην, κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ οἱ δώδεκα σὺν αὐτῷ, 2καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι #8:2 απο ¦ απο νοσων και μαστιγων και ANTἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ᾽ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, 3καὶ #8:3 ιωαννα ¦ ιωανα WHἸωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου, καὶ #8:3 σουσαννα ¦ σωσαννα BYZ HF PCKΣουσάννα, καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν #8:3 αυτοις ¦ αυτω ANT PCK TRαὐτοῖς #8:3 απο ¦ εκ CTἀπὸ τῶν ὑπαρχόντων αὐταῖς.
4Συνιόντος δὲ ὄχλου πολλοῦ, καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτόν, εἶπε διὰ παραβολῆς, 5Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. Καὶ ἐν τῷ σπείρειν αὐτόν, ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό. 6Καὶ ἕτερον #8:6 επεσεν ¦ κατεπεσεν CTἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη, διὰ τὸ μὴ ἔχειν ἰκμάδα. 7Καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ #8:7 συμφυεισαι ¦ συνφυεισαι TH WHσυμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. 8Καὶ ἕτερον ἔπεσεν #8:8 εις ¦ επι TRεἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. Ταῦτα λέγων ἐφώνει, Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
9Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, #8:9 λεγοντες ¦ --- CTλέγοντες, Τίς #8:9 ειη η παραβολη αυτη ¦ αυτη ειη η παραβολη CTεἴη ἡ παραβολὴ αὕτη; 10Ὁ δὲ εἶπεν, Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ· τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ συνιῶσιν.
11Ἔστι δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ. 12Οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ #8:12 ακουοντες ¦ ακουσαντες ANT CTἀκούοντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. 13Οἱ δὲ ἐπὶ τῆς πέτρας οἵ, ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι, καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. 14Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι #8:14 συμπνιγονται ¦ συνπνιγονται TH WHσυμπνίγονται, καὶ οὐ τελεσφοροῦσι. 15Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ, ἀκούσαντες τὸν λόγον κατέχουσι, καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
16 # 8:16 ουδεις ¦ ταυτα λεγων εφωνει ο εχων ωτα ακουειν ακουετω ουδεις PCK Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει, ἢ ὑποκάτω #8:16 κλινης ¦ κλεινης THκλίνης τίθησιν, ἀλλ᾽ ἐπὶ λυχνίας #8:16 επιτιθησιν ¦ τιθησιν CTἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. 17Οὐ γάρ ἐστι κρυπτόν, ὃ οὐ φανερὸν γενήσεται· οὐδὲ ἀπόκρυφον, ὃ οὐ #8:17 γνωσθησεται ¦ μη γνωσθη CTγνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. 18Βλέπετε οὖν πῶς ἀκούετε· ὃς #8:18 γαρ εαν ¦ γαρ αν TR ¦ αν γαρ CTγὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς #8:18 εαν ¦ αν CT TRἐὰν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
19 # 8:19 παρεγενοντο ¦ παρεγενετο CT Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ #8:19 ηδυναντο ¦ εδυναντο PCKἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. 20#8:20 και απηγγελη ¦ απηγγελη δε CTΚαὶ ἀπηγγέλη αὐτῷ, #8:20 λεγοντων ¦ --- CTλεγόντων, Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν #8:20 σε θελοντες ¦ θελοντες σε NA TH WHσε θέλοντες. 21Ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς, Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες #8:21 αυτον ¦ --- CTαὐτόν.
22 # 8:22 και εγενετο ¦ εγενετο δε CT Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπε πρὸς αὐτούς, Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης. Καὶ ἀνήχθησαν. 23Πλεόντων δὲ αὐτῶν ἀφύπνωσε· καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο, καὶ ἐκινδύνευον. 24#8:24 προσελθοντες δε ¦ και προσελθοντες PCKΠροσελθόντες δὲ διήγειραν αὐτόν, λέγοντες, Ἐπιστάτα, ἐπιστάτα, ἀπολλύμεθα. Ὁ δὲ #8:24 εγερθεις ¦ διεγερθεις CTἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος· καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη. 25Εἶπε δὲ αὐτοῖς, Ποῦ #8:25 εστιν ¦ --- CTἐστιν ἡ πίστις ὑμῶν; Φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
26Καὶ #8:26 κατεπλευσαν ¦ κατεπλευσεν ANTκατέπλευσαν εἰς τὴν χώραν τῶν #8:26 γαδαρηνων ¦ γερασηνων CTΓαδαρηνῶν, ἥτις ἐστὶν #8:26 αντιπεραν ¦ αντιπερα ANT CTἀντιπέραν τῆς Γαλιλαίας. 27Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν, ὑπήντησεν #8:27 αυτω ¦ --- CTαὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, #8:27 ος ειχε ¦ εχων NA SBL WHὃς εἶχε δαιμόνια #8:27 εκ χρονων ικανων και 97.9% ¦ και χρονω ικανω CT 0.8%ἐκ χρόνων ἱκανῶν, καὶ #8:27 ιματιον ουκ ενεδιδυσκετο ¦ ουκ ενεδυσατο ιματιον CTἱμάτιον οὐκ ἐνεδιδύσκετο, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾽ ἐν τοῖς μνήμασιν. 28Ἰδὼν δὲ τὸν Ἰησοῦν, #8:28 και ¦ --- CTκαὶ ἀνακράξας, προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλῃ εἶπε, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; Δέομαί σου, μή με βασανίσῃς. 29#8:29 παρηγγειλε ¦ παρηγγελλε SBL ST WHΠαρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου· πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ #8:29 εδεσμειτο ¦ εδεσμευετο CTἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ #8:29 διαρρησσων ¦ διαρησσων TH WHδιαρρήσσων τὰ δεσμὰ ἠλαύνετο #8:29 υπο ¦ απο WHὑπὸ τοῦ #8:29 δαιμονος ¦ δαιμονιου CTδαίμονος εἰς τὰς ἐρήμους. 30Ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς, #8:30 λεγων ¦ --- CTλέγων, Τί σοί #8:30 εστιν ονομα ¦ ονομα εστιν CTἐστιν ὄνομα; Ὁ δὲ εἶπε, #8:30 λεγεων ¦ λεγιων CTΛεγεών, ὅτι #8:30 δαιμονια πολλα εισηλθεν ¦ εισηλθε δαιμονια πολλα CTδαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν. 31Καὶ #8:31 παρεκαλει ¦ παρεκαλουν CT SCRπαρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.
32Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν #8:32 βοσκομενων ¦ βοσκομενη CTβοσκομένων ἐν τῷ ὄρει· καὶ #8:32 παρεκαλουν ¦ παρεκαλεσαν CTπαρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν. Καὶ ἐπέτρεψεν αὐτοῖς. 33Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου #8:33 εισηλθον ¦ εισηλθεν TRεἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην, καὶ ἀπεπνίγη.
34Ἰδόντες δὲ οἱ βόσκοντες τὸ #8:34 γεγενημενον ¦ γεγονος CTγεγενημένον ἔφυγον, #8:34 και ¦ και απελθοντες TRκαὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. 35Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός· καὶ #8:35 ηλθον ¦ ηλθαν WHἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ #8:35 ευρον ¦ ευραν WHεὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ᾽ οὗ τὰ δαιμόνια #8:35 εξεληλυθει ¦ εξηλθεν CTἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα, παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ· καὶ ἐφοβήθησαν. 36Ἀπήγγειλαν δὲ αὐτοῖς #8:36 και ¦ --- ANT CTκαὶ οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. 37Καὶ #8:37 ηρωτησαν ¦ ηρωτησεν CTἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν #8:37 γαδαρηνων ¦ γερασηνων CTΓαδαρηνῶν ἀπελθεῖν ἀπ᾽ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς #8:37 το ¦ --- CTτὸ πλοῖον ὑπέστρεψεν. 38#8:38 εδεετο ¦ εδειτο CTἘδέετο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ᾽ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ. Ἀπέλυσε δὲ αὐτὸν #8:38 ο ιησους ¦ --- CTὁ Ἰησοῦς λέγων, 39Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα #8:39 εποιησε σοι ¦ σοι εποιησεν CTἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθε, καθ᾽ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
40 # 8:40 εγενετο δε εν ¦ εν δε CT Ἐγένετο δὲ ἐν τῷ #8:40 υποστρεψαι ¦ υποστρεφειν CTὑποστρέψαι τὸν Ἰησοῦν, ἀπεδέξατο αὐτὸν ὁ ὄχλος· ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν. 41Καὶ ἰδού, ἦλθεν ἀνὴρ ᾧ ὄνομα #8:41 ιαειρος ¦ ιαιρος NA SBLἸάειρος, καὶ #8:41 αυτος ¦ ουτος CTαὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε, καὶ πεσὼν παρὰ τοὺς πόδας #8:41 του ¦ --- TH WHτοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ· 42ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ #8:42 αὕτη ¦ αὐτὴ BYZ NA SBL WHαὕτη ἀπέθνῃσκεν.
Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. 43Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις #8:43 ιατροις … βιον ¦ εις ιατρους … βιον TR ¦ ιατροις … βιον αυτης TH ¦ --- WHἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν #8:43 υπ ¦ απ CTὑπ᾽ οὐδενὸς θεραπευθῆναι, 44προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45Καὶ εἶπεν ὁ Ἰησοῦς, Τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος #8:45 και οι μετ αυτου ¦ και οι συν αυτω ANT TH ¦ --- NA SBL WHκαὶ οἱ μετ᾽ αὐτοῦ, Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, #8:45 και λεγεις τις ο αψαμενος μου ¦ --- CTκαὶ λέγεις, Τίς ὁ ἁψάμενός μου; 46Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν #8:46 εξελθουσαν ¦ εξεληλυθυιαν CTἐξελθοῦσαν ἀπ᾽ ἐμοῦ. 47Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε, καὶ προσπεσοῦσα αὐτῷ, δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν #8:47 αυτω ¦ --- CTαὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48Ὁ δὲ εἶπεν αὐτῇ, #8:48 θαρσει ¦ --- CTΘάρσει, #8:48 θυγατερ ¦ θυγατηρ CTθύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
49Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου, λέγων #8:49 αυτω ¦ --- CTαὐτῷ ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου· #8:49 μη ¦ μηκετι CTμὴ σκύλλε τὸν διδάσκαλον. 50Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ, #8:50 λεγων ¦ --- CTλέγων, Μὴ φοβοῦ· μόνον #8:50 πιστευε ¦ πιστευσον CTπίστευε, καὶ σωθήσεται. 51#8:51 ελθων ¦ εισελθων TRἘλθὼν δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν #8:51 ουδενα ¦ τινα συν αυτω CTοὐδένα, εἰ μὴ Πέτρον καὶ #8:51 ιωαννην και ιακωβον ¦ ιακωβον και ιωαννην TR ¦ ιωανην και ιακωβον WHἸωάννην καὶ Ἰάκωβον, καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. 52Ἔκλαιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπε, Μὴ κλαίετε· #8:52 ουκ 88.5% ¦ ου γαρ CT 11.3%οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. 53Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 54Αὐτὸς δὲ #8:54 εκβαλων εξω παντας και ¦ --- CTἐκβαλὼν ἔξω πάντας, καὶ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησε λέγων, Ἡ παῖς, #8:54 εγειρου ¦ εγειρε CTἐγείρου. 55Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα· καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 56Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in