YouVersion Logo
Search Icon

ΚΑΤΑ ΛΟΥΚΑΝ 19

19
1Καὶ εἰσελθὼν διήρχετο τὴν #19:1 ιεριχω ¦ ιερειχω TH WHἸεριχώ. 2Καὶ ἰδού, ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ #19:2 ουτος ην ¦ αυτος CTοὗτος ἦν πλούσιος. 3Καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. 4Καὶ προδραμὼν #19:4 εμπροσθεν ¦ εις το εμπροσθεν CTἔμπροσθεν ἀνέβη ἐπὶ #19:4 συκομωραιαν ¦ συκομοραιαν PCK ¦ συκομορεαν ANT CTσυκομωραίαν ἵνα ἴδῃ αὐτόν· ὅτι #19:4 εκεινης ¦ δι εκεινης BYZ TRἐκείνης #19:4 εμελλε ¦ ημελλε ANT CT PCK TRἔμελλε διέρχεσθαι. 5Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς #19:5 ειδεν αυτον και ¦ --- CTεἶδεν αὐτόν, καὶ εἶπε πρὸς αὐτόν, Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. 6Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. 7Καὶ ἰδόντες #19:7 παντες ¦ απαντες TRπάντες διεγόγγυζον, λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. 8Σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον, Ἰδού, τὰ #19:8 ημιση των υπαρχοντων μου ¦ ημισια μου των υπαρχοντων CTἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, #19:8 διδωμι τοις πτωχοις ¦ τοις πτωχοις διδωμι CTδίδωμι τοῖς πτωχοῖς· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. 9Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. 10Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
11Ἀκουόντων δὲ αὐτῶν ταῦτα, προσθεὶς εἶπε παραβολήν, διὰ τὸ ἐγγὺς #19:11 αυτον ειναι ιερουσαλημ ¦ ειναι ιερουσαλημ αυτον CTαὐτὸν εἶναι Ἱερουσαλήμ, καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ Θεοῦ ἀναφαίνεσθαι. 12Εἶπεν οὖν, Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακράν, λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι. 13Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπε πρὸς αὐτούς, #19:13 πραγματευσασθε ¦ πραγματευσασθαι WHΠραγματεύσασθε #19:13 εως ¦ εν ω ANT CTἕως ἔρχομαι. 14Οἱ δὲ #19:14 πολιται ¦ πολειται THπολῖται αὐτοῦ #19:14 εμισουν ¦ εμεισουν THἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ, λέγοντες, Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς. 15Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν, #19:15 και ¦ --- BYZ PCKκαὶ εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους, οἷς #19:15 εδωκε ¦ δεδωκει CTἔδωκε τὸ ἀργύριον, ἵνα #19:15 γνω ¦ επιγνω ANT ¦ γνοι CTγνῷ #19:15 τις τι διεπραγματευσατο 92.2% ¦ τι διεπραγματευσαντο CT 0.4%τίς τί διεπραγματεύσατο. 16Παρεγένετο δὲ ὁ πρῶτος, λέγων, Κύριε, ἡ μνᾶ σου #19:16 προσειργασατο δεκα ¦ δεκα προσηργασατο CTπροσειργάσατο δέκα μνᾶς. 17Καὶ εἶπεν αὐτῷ, #19:17 ευ ¦ ευγε CTΕὖ, ἀγαθὲ δοῦλε· ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. 18Καὶ ἦλθεν ὁ δεύτερος, λέγων, #19:18 κυριε η μνα σου ¦ η μνα σου κυριε CTΚύριε, ἡ μνᾶ σου ἐποίησε πέντε μνᾶς. 19Εἶπε δὲ καὶ τούτῳ, Καὶ σὺ #19:19 γινου επανω ¦ επανω γινου NA SBL WH ¦ επανω γεινου THγίνου ἐπάνω πέντε πόλεων. 20Καὶ #19:20 ετερος ¦ ο ετερος CTἕτερος ἦλθε, λέγων, Κύριε, ἰδού, ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· 21ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας, καὶ θερίζεις ὃ οὐκ #19:21 εσπειρας ¦ εσπειρας και συναγεις οθεν ου διεσκορπισας ANTἔσπειρας. 22Λέγει #19:22 δε ¦ --- ANT CTδὲ αὐτῷ, Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾜδεις ὅτι #19:22 εγω ανθρωπος αυστηρος ειμι ¦ ανθρωπος αυστηρος ειμι εγω ANTἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα, καὶ θερίζων ὃ οὐκ #19:22 εσπειρα ¦ εσπειρα και συναγων οθεν ου διεσκορπισα ANTἔσπειρα· 23καὶ διὰ τί οὐκ ἔδωκας #19:23 το αργυριον μου ¦ μου το αργυριον CTτὸ ἀργύριόν μου ἐπὶ #19:23 τραπεζαν ¦ την τραπεζαν ANT PCK TRτράπεζαν, #19:23 και εγω ¦ καγω CTκαὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν #19:23 επραξα αυτο ¦ αυτο επραξα CTἔπραξα αὐτό; 24Καὶ τοῖς παρεστῶσιν εἶπεν, Ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν, καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι. 25Καὶ #19:25 ειπον ¦ ειπαν CTεἶπον αὐτῷ, Κύριε, ἔχει δέκα μνᾶς. 26Λέγω #19:26 γαρ ¦ --- CTγὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται #19:26 απ αυτου ¦ --- CTἀπ᾽ αὐτοῦ. 27Πλὴν τοὺς ἐχθρούς μου #19:27 εκεινους ¦ τουτους CTἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτούς, ἀγάγετε ὧδε, καὶ #19:27 κατασφαξατε ¦ κατασφαξατε αυτους ANT CTκατασφάξατε ἔμπροσθέν μου.
28Καὶ εἰπὼν ταῦτα, ἐπορεύετο ἔμπροσθεν, ἀναβαίνων εἰς Ἱεροσόλυμα. 29Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς #19:29 βηθσφαγη ¦ βηθφαγη BYZ CT TRΒηθσφαγὴ καὶ #19:29 βηθανιαν ¦ βηθανια TH WHΒηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν #19:29 αυτου ¦ --- CTαὐτοῦ, 30#19:30 ειπων ¦ λεγων CTεἰπών, Ὑπάγετε εἰς τὴν κατέναντι κώμην· ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων #19:30 εκαθισε ¦ εκαθισε και CTἐκάθισε· λύσαντες αὐτὸν ἀγάγετε. 31Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, Διὰ τί λύετε; οὕτως ἐρεῖτε #19:31 αυτω ¦ --- CTαὐτῷ ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. 32Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν #19:32 αυτοις ¦ αυτοις εστωτα τον πωλον ANTαὐτοῖς. 33Λυόντων δὲ αὐτῶν τὸν πῶλον, #19:33 ειπον ¦ ειπαν CTεἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, Τί λύετε τὸν πῶλον; 34Οἱ δὲ #19:34 ειπον ¦ ειπον οτι ANT ¦ ειπαν οτι CTεἶπον, Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. 35Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν· καὶ #19:35 επιρριψαντες ¦ επιριψαντες CTἐπιρρίψαντες #19:35 ἑαυτῶν ¦ αὐτῶν CTἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασαν τὸν Ἰησοῦν. 36Πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια #19:36 αυτων ¦ εαυτων SBL WHαὐτῶν ἐν τῇ ὁδῷ. 37Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν Ἐλαιῶν, #19:37 ηρξαντο ¦ ηρξατο ANTἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων, 38λέγοντες,
Εὐλογημένος ὁ ἐρχόμενος
# 19:38 βασιλευς ¦ ο βασιλευς NA WH βασιλεὺς ἐν ὀνόματι Κυρίου·
# 19:38 ειρηνη εν ουρανω ¦ εν ουρανω ειρηνη CT εἰρήνη ἐν οὐρανῷ,
καὶ δόξα ἐν ὑψίστοις.
39Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου #19:39 ειπον ¦ ειπαν CTεἶπον πρὸς αὐτόν, Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. 40Καὶ ἀποκριθεὶς εἶπεν #19:40 αυτοις ¦ --- CTαὐτοῖς, Λέγω ὑμῖν #19:40 οτι ¦ --- NA WHὅτι ἐὰν οὗτοι #19:40 σιωπησωσιν ¦ σιωπησουσιν CTσιωπήσωσιν, οἱ λίθοι #19:40 κεκραξονται ¦ κραξουσι CTκεκράξονται.
41Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ᾽ #19:41 αυτη ¦ αυτην CTαὐτῇ, 42λέγων ὅτι Εἰ ἔγνως #19:42 και συ και γε εν τη ημερα σου ταυτη 85.4% ¦ εν τη ημερα ταυτη και συ CT 1%καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ, τὰ πρὸς εἰρήνην #19:42 σου ¦ --- CTσου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. 43Ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σέ, καὶ #19:43 περιβαλουσιν ¦ παρεμβαλουσιν NA SBL WHπεριβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι, καὶ περικυκλώσουσί σε, καὶ συνέξουσί σε πάντοθεν, 44καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν #19:44 εν σοι λιθον επι λιθω ¦ λιθον επι λιθον εν σοι CTἐν σοὶ λίθον ἐπὶ λίθῳ· ἀνθ᾽ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
45Καὶ εἰσελθὼν εἰς τὸ ἱερόν, ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας #19:45 εν αυτω και αγοραζοντας ¦ --- CTἐν αὐτῷ καὶ ἀγοράζοντας, 46λέγων αὐτοῖς, #19:46 γεγραπται ¦ γεγραπται οτι ANTΓέγραπται, #19:46 ο οικος μου οικος προσευχης εστιν ¦ και εσται ο οικος μου οικος προσευχης CTὉ οἶκός μου οἶκος προσευχῆς ἐστιν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
47Καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οἱ πρῶτοι τοῦ λαοῦ· 48καὶ οὐχ #19:48 ευρισκον ¦ ηυρισκον WHεὕρισκον τὸ τί #19:48 ποιησωσιν ¦ ποιησουσιν ANT PCKποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας #19:48 εξεκρεματο ¦ εξεκρεμετο WHἐξεκρέματο αὐτοῦ ἀκούων.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in