ΚΑΤΑ ΛΟΥΚΑΝ 15
15
1Ἦσαν δὲ #15:1 εγγιζοντες αυτω ¦ αυτω εγγιζοντες CTἐγγίζοντες αὐτῷ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοί, ἀκούειν αὐτοῦ. 2Καὶ διεγόγγυζον #15:2 οι ¦ οι τε CTοἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται, καὶ συνεσθίει αὐτοῖς.
3Εἶπε δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην, λέγων, 4Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, καὶ ἀπολέσας #15:4 εν εξ αυτων ¦ εξ αυτων εν CTἓν ἐξ αὐτῶν, οὐ καταλείπει τὰ #15:4 ενενηκοντα ¦ εννενηκοντα TRἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ, καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλός, #15:4 εως ¦ εως ου ANTἕως εὕρῃ αὐτό; 5Καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους #15:5 ἑαυτοῦ ¦ αὐτοῦ ANT CT PCKἑαυτοῦ χαίρων. 6Καὶ ἐλθὼν εἰς τὸν οἶκον, #15:6 συγκαλει ¦ συνκαλει WHσυγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς, #15:6 συγχαρητε ¦ συνχαρητε WHΣυγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. 7Λέγω ὑμῖν ὅτι οὕτω χαρὰ #15:7 εσται εν τω ουρανω ¦ εν τω ουρανω εσται CTἔσται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ #15:7 ενενηκοντα ¦ εννενηκοντα TRἐνενήκοντα ἐννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας.
8Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον, καὶ σαροῖ τὴν οἰκίαν, καὶ ζητεῖ ἐπιμελῶς ἕως #15:8 οτου ¦ ου CTὅτου εὕρῃ; 9Καὶ εὑροῦσα #15:9 συγκαλειται ¦ συγκαλει ANT NA SBL TH ¦ συνκαλει WHσυγκαλεῖται τὰς φίλας καὶ #15:9 τας ¦ --- CTτὰς γείτονας, λέγουσα, #15:9 συγχαρητε ¦ συνχαρητε WHΣυγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. 10Οὕτω, λέγω ὑμῖν, #15:10 χαρα γινεται ¦ γινεται χαρα NA SBL WH ¦ γεινεται χαρα THχαρὰ γίνεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
11Εἶπε δέ, Ἄνθρωπός τις εἶχε δύο υἱούς· 12καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. #15:12 και ¦ ο δε CTΚαὶ διεῖλεν αὐτοῖς τὸν βίον. 13Καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας συναγαγὼν #15:13 απαντα ¦ παντα CTἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ, ζῶν ἀσώτως. 14Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο #15:14 λιμος ¦ λειμος THλιμὸς #15:14 ισχυρος ¦ ισχυρα CTἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. 15Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν #15:15 πολιτων ¦ πολειτων THπολιτῶν τῆς χώρας ἐκείνης· καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους. 16Καὶ ἐπεθύμει #15:16 γεμισαι την κοιλιαν αυτου απο 95.6% ¦ χορτασθηναι εκ NA TH WH 2.2%γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι· καὶ οὐδεὶς ἐδίδου αὐτῷ. 17Εἰς ἑαυτὸν δὲ ἐλθὼν #15:17 ειπε ¦ εφη CTεἶπε, Πόσοι μίσθιοι τοῦ πατρός μου #15:17 περισσευουσιν ¦ περισσευονται CTπερισσεύουσιν ἄρτων, ἐγὼ δὲ #15:17 λιμω ¦ λιμω ωδε NA SBL WH ¦ λειμω ωδε THλιμῷ ἀπόλλυμαι· 18ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου· 19#15:19 και ¦ --- ANT CTκαὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. 20Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα #15:20 αυτου ¦ εαυτου BYZ CT PCK TRαὐτοῦ. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν. 21Εἶπε δὲ #15:21 αυτω ο υιος ¦ ο υιος αυτω NA SBL WHαὐτῷ ὁ υἱός, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, #15:21 και ¦ --- CTκαὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός #15:21 σου 87.1% ¦ σου ποιησον με ως ενα των μισθιων σου WH 12.5%σου. 22Εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ, #15:22 εξενεγκατε ¦ ταχυ εξενεγκατε CTἘξενέγκατε #15:22 την ¦ --- CTτὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ὑποδήματα εἰς τοὺς πόδας· 23καὶ #15:23 ενεγκαντες ¦ φερετε CTἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν· 24ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησε· #15:24 και απολωλως ην ¦ ην απολωλως CTκαὶ ἀπολωλὼς ἦν, καὶ εὑρέθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι.
25Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισε τῇ οἰκίᾳ, ἤκουσε συμφωνίας καὶ χορῶν. 26Καὶ προσκαλεσάμενος ἕνα τῶν #15:26 παιδων ¦ παιδων αυτου STπαίδων, ἐπυνθάνετο τί #15:26 ειη ¦ αν ειη CTεἴη ταῦτα. 27Ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει· καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. 28Ὠργίσθη δέ, καὶ οὐκ ἤθελεν εἰσελθεῖν· ὁ #15:28 ουν ¦ δε CTοὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. 29Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ #15:29 πατρι ¦ πατρι αυτου NA SBL WHπατρί, Ἰδού, τοσαῦτα ἔτη δουλεύω σοι, καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ. 30Ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν #15:30 μοσχον τον σιτευτον ¦ σιτευτον μοσχον CTμόσχον τὸν σιτευτόν. 31Ὁ δὲ εἶπεν αὐτῷ, Τέκνον, σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν. 32Εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει· ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν, καὶ #15:32 ανεζησε ¦ εζησε CTἀνέζησε· καὶ ἀπολωλὼς #15:32 ην ¦ --- CTἦν, καὶ εὑρέθη.
Currently Selected:
ΚΑΤΑ ΛΟΥΚΑΝ 15: TCGNT
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain