YouVersion Logo
Search Icon

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2

2
1Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· 2ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. 3Καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν, Οἶνον οὐκ ἔχουσι. 4#2:4 λεγει ¦ και λεγει NA SBL WHΛέγει αὐτῇ ὁ Ἰησοῦς, Τί ἐμοὶ καὶ σοί, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου. 5Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις, Ὅ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε.
6Ἦσαν δὲ ἐκεῖ #2:6 υδριαι λιθιναι εξ κειμεναι κατα τον καθαρισμον των ιουδαιων 95.1% ¦ λιθιναι υδριαι εξ κατα τον καθαρισμον των ιουδαιων κειμεναι CT 0.9%ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. 7Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. 8Καὶ λέγει αὐτοῖς, Ἀντλήσατε νῦν, καὶ φέρετε τῷ #2:8 αρχιτρικλινω ¦ αρχιτρικλεινω THἀρχιτρικλίνῳ. #2:8 και ¦ οι δε CTΚαὶ ἤνεγκαν. 9Ὡς δὲ ἐγεύσατο ὁ #2:9 αρχιτρικλινος ¦ αρχιτρικλεινος THἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν—οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ—φωνεῖ τὸν νυμφίον ὁ #2:9 αρχιτρικλινος ¦ αρχιτρικλεινος THἀρχιτρίκλινος, 10καὶ λέγει αὐτῷ, Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, #2:10 τοτε ¦ --- CTτότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. 11Ταύτην ἐποίησε #2:11 την ¦ --- CTτὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ· καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
12Μετὰ τοῦτο κατέβη εἰς #2:12 καπερναουμ ¦ καφαρναουμ CTΚαπερναούμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ #2:12 αυτου 90.6% ¦ --- SBL TH WH 0.4%αὐτοῦ, καὶ οἱ μαθηταὶ αὐτοῦ· καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
13Καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. 14Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους. 15Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας· καὶ τῶν κολλυβιστῶν ἐξέχεε #2:15 το κερμα 98.8% ¦ τα κερματα SBL WH 0.8%τὸ κέρμα, καὶ τὰς τραπέζας #2:15 ανεστρεψε 85.1% ¦ ανετρεψε NA TH WH 9.2%ἀνέστρεψε· 16καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν, Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. 17Ἐμνήσθησαν #2:17 δε ¦ --- CTδὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, Ὁ ζῆλος τοῦ οἴκου σου #2:17 καταφαγεται ¦ κατεφαγε TRκαταφάγεταί με.
18Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ #2:18 ειπον ¦ ειπαν CTεἶπον αὐτῷ, Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; 19Ἀπεκρίθη #2:19 ιησους ¦ ο ιησους TRἸησοῦς καὶ εἶπεν αὐτοῖς, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. 20#2:20 ειπον ¦ ειπαν CTΕἶπον οὖν οἱ Ἰουδαῖοι, #2:20 τεσσαρακοντα ¦ τεσσερακοντα CTΤεσσαράκοντα καὶ ἓξ ἔτεσιν #2:20 ωκοδομηθη ¦ οικοδομηθη CTᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; 21Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. 22Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο #2:22 ελεγε ¦ ελεγεν αυτοις TRἔλεγε· καὶ ἐπίστευσαν τῇ γραφῇ, καὶ τῷ λόγῳ #2:22 ω 98.1% ¦ ον CT 0.9%ᾧ εἶπεν ὁ Ἰησοῦς.
23Ὡς δὲ ἦν ἐν #2:23 τοις ¦ --- TRτοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα, ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει. 24Αὐτὸς δὲ #2:24 ο 98.3% ¦ --- CT 0.5%ὁ Ἰησοῦς οὐκ ἐπίστευεν #2:24 ἑαυτὸν ¦ αὐτὸν NA ¦ αὑτὸν SBL WHἑαυτὸν αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας, 25καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in