YouVersion Logo
Search Icon

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 22

22
1Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς #22:1 νυνι ¦ νυν TRνυνὶ ἀπολογίας. 2Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν. Καί φησιν, 3Ἐγὼ #22:3 μεν ¦ --- CTμέν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον· 4ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας. 5Ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι, καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾽ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφούς, εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλήμ, ἵνα τιμωρηθῶσιν.
6Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ, περὶ μεσημβρίαν, ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ. 7#22:7 επεσα ¦ επεσον ANT BYZ PCK TRἜπεσά τε εἰς τὸ ἔδαφος, καὶ ἤκουσα φωνῆς λεγούσης μοι, Σαούλ, Σαούλ, τί με διώκεις; 8Ἐγὼ δὲ ἀπεκρίθην, Τίς εἶ, Κύριε; Εἶπέ τε πρός #22:8 με ¦ εμε SBL TH WHμε, Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις. 9Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, #22:9 και εμφοβοι εγενοντο 86.4% ¦ --- CT 10.4%καὶ ἔμφοβοι ἐγένοντο· τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. 10Εἶπον δέ, Τί ποιήσω, Κύριε; Ὁ δὲ Κύριος εἶπε πρός με, Ἀναστὰς πορεύου εἰς Δαμασκόν· κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. 11Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν.
12Ἀνανίας δέ τις, ἀνὴρ #22:12 ευσεβης ¦ ευλαβης CT HFεὐσεβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν #22:12 κατοικουντων ¦ κατοικουντων εν δαμασκω ANT HF PCKκατοικούντων Ἰουδαίων, 13ἐλθὼν πρός #22:13 με ¦ εμε SBL TH WHμε καὶ ἐπιστὰς εἶπέ μοι, Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. 14Ὁ δὲ εἶπεν, Ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ. 15Ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. 16Καὶ νῦν τί μέλλεις; Ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα #22:16 του κυριου ¦ αυτου CTτοῦ Κυρίου.
17Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλήμ, καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει, 18καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ· διότι οὐ παραδέξονταί σου #22:18 την ¦ --- CTτὴν μαρτυρίαν περὶ ἐμοῦ. 19Κἀγὼ εἶπον, Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ #22:19 δερων ¦ δαιρων PCKδέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας #22:19 επι ¦ εις PCKἐπὶ σέ· 20καὶ ὅτε #22:20 εξεχειτο ¦ εξεχυννετο CTἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν #22:20 τη αναιρεσει αυτου 96.6% ¦ --- CT 2.3%τῇ ἀναιρέσει αὐτοῦ, #22:20 φυλασσων ¦ και φυλασσων ANT BYZ CT PCK TRφυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν. 21Καὶ εἶπε πρός με, Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
22Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ #22:22 καθηκεν ¦ καθηκον TRκαθῆκεν αὐτὸν ζῇν. 23#22:23 κραζοντων ¦ κραυγαζοντων ANT BYZ CT PCK TRΚραζόντων #22:23 δε ¦ τε ECM* NA SBL TH WHδὲ αὐτῶν, καὶ #22:23 ριπτουντων ¦ ριπτοντων ANTῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, 24ἐκέλευσεν #22:24 αυτον ο χιλιαρχος αγεσθαι ¦ ο χιλιαρχος αγεσθαι αυτον PCK ¦ ο χιλιαρχος εισαγεσθαι αυτον CTαὐτὸν ὁ χιλίαρχος ἄγεσθαι εἰς τὴν παρεμβολήν, #22:24 ειπων ¦ ειπας CTεἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτόν, ἵνα ἐπιγνῷ δι᾽ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. 25Ὡς δὲ #22:25 προετεινεν ¦ προετειναν ANT BYZ CT PCK SCRπροέτεινεν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; 26Ἀκούσας δὲ ὁ #22:26 εκατονταρχος ¦ εκατονταρχης ECM NA SBL WHἑκατόνταρχος, προσελθὼν #22:26 απηγγειλε τω χιλιαρχω ¦ τω χιλιαρχω απηγγειλε CT PCKἀπήγγειλε τῷ χιλιάρχῳ λέγων, #22:26 ορα ¦ --- CTὍρα τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστι. 27Προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ, Λέγε μοι, #22:27 ει ¦ --- CTεἰ σὺ Ῥωμαῖος εἶ; Ὁ δὲ ἔφη, Ναί. 28Ἀπεκρίθη #22:28 τε ¦ δε CTτε ὁ χιλίαρχος, Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. Ὁ δὲ Παῦλος ἔφη, Ἐγὼ δὲ καὶ γεγέννημαι. 29Εὐθέως οὖν ἀπέστησαν ἀπ᾽ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν. Καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστι, καὶ ὅτι #22:29 ην αυτον ¦ αυτον ην CTἦν αὐτὸν δεδεκώς.
30Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τί κατηγορεῖται #22:30 παρα ¦ υπο CT PCKπαρὰ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν #22:30 απο των δεσμων 87.7% ¦ --- CT 9.8%ἀπὸ τῶν δεσμῶν, καὶ ἐκέλευσεν #22:30 ελθειν ¦ συνελθειν CTἐλθεῖν τοὺς ἀρχιερεῖς καὶ #22:30 ολον ¦ παν CT PCKὅλον τὸ συνέδριον #22:30 αυτων ¦ --- CTαὐτῶν, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in