YouVersion Logo
Search Icon

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 20

20
1Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον, #20:1 προσκαλεσαμενος ¦ μεταπεμψαμενος CTπροσκαλεσάμενος ὁ Παῦλος τοὺς μαθητάς, καὶ #20:1 ασπασαμενος ¦ παρακαλεσας ασπασαμενος CTἀσπασάμενος, ἐξῆλθε #20:1 πορευθηναι ¦ πορευεσθαι CTπορευθῆναι εἰς #20:1 την ¦ --- ANT CTτὴν Μακεδονίαν. 2Διελθὼν δὲ τὰ μέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα. 3Ποιήσας τε μῆνας τρεῖς, γενομένης #20:3 αυτω επιβουλης ¦ επιβουλης αυτω ECM* NA PCK SBL TH WHαὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο #20:3 γνωμη ¦ γνωμης CTγνώμη τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. 4Συνείπετο δὲ αὐτῷ #20:4 αχρι της ασιας 96.2% ¦ --- ECM NA SBL WH 1.1%ἄχρι τῆς Ἀσίας #20:4 σωπατρος ¦ σωπατρος πυρρου CTΣώπατρος #20:4 βεροιαιος ¦ βερροιαιος PCKΒεροιαῖος· Θεσσαλονικέων δέ, Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος, καὶ Τιμόθεος· Ἀσιανοὶ δέ, Τυχικὸς καὶ Τρόφιμος. 5#20:5 ουτοι ¦ ουτοι δε CTΟὗτοι #20:5 προσελθοντες ¦ προελθοντες ANT NA PCK TRπροσελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι. 6Ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρις ἡμερῶν πέντε, #20:6 ου ¦ οπου NAοὗ διετρίψαμεν ἡμέρας ἑπτά.
7Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένων #20:7 των μαθητων ¦ ημων CTτῶν μαθητῶν #20:7 κλασαι ¦ του κλασαι TRκλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέ τε τὸν λόγον μέχρι μεσονυκτίου. 8Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ #20:8 ημεν ¦ ησαν TRἦμεν συνηγμένοι. 9#20:9 καθημενος ¦ καθεζομενος CTΚαθήμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός. 10Καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ, καὶ #20:10 συμπεριλαβων ¦ συνπεριλαβων TH WHσυμπεριλαβὼν εἶπε, Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. 11Ἀναβὰς δὲ καὶ κλάσας #20:11 αρτον ¦ τον αρτον CTἄρτον καὶ γευσάμενος, ἐφ᾽ ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. 12Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.
13Ἡμεῖς δέ, #20:13 προσελθοντες ¦ προελθοντες ANT ECM* NA SBL TR WHπροσελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν #20:13 εις ¦ επι CTεἰς τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτω γὰρ #20:13 ην διατεταγμενος ¦ διατεταγμενος ην CTἦν διατεταγμένος, μέλλων αὐτὸς πεζεύειν. 14Ὡς δὲ #20:14 συνεβαλεν ¦ συνεβαλλεν ECM* NA SBL TH WHσυνέβαλεν ἡμῖν εἰς τὴν Ἄσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην. 15Κἀκεῖθεν ἀποπλεύσαντες, τῇ ἐπιούσῃ κατηντήσαμεν #20:15 αντικρυ ¦ αντικρυς CTἀντικρὺ Χίου· τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον· #20:15 και μειναντες εν τρωγυλλιω (τρωγυλιω ANT PCK) τη 82.1% ¦ τη δε CT 4%καὶ μείναντες ἐν Τρωγυλλίῳ, τῇ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον. 16#20:16 εκρινε ¦ κεκρικει CTἜκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδε γάρ, εἰ δυνατὸν #20:16 ην ¦ ειη CTἦν αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
17Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. 18Ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς, Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας #20:18 αφ ¦ --- PCKἀφ᾽ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ᾽ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, 19δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ #20:19 πολλων ¦ --- CTπολλῶν δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων· 20ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων, τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾽ οἴκους, 21διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς #20:21 τον ¦ --- ECM* NA PCK SBL TH WHτὸν Θεὸν μετάνοιαν, καὶ πίστιν #20:21 την ¦ --- CTτὴν εἰς τὸν Κύριον ἡμῶν #20:21 ιησουν ¦ ιησουν χριστον ANT ECM TRἸησοῦν. 22Καὶ νῦν ἰδού, #20:22 εγω δεδεμενος ¦ δεδεμενος εγω CTἐγὼ δεδεμένος τῷ πνεύματι πορεύομαι εἰς Ἱερουσαλήμ, τὰ ἐν αὐτῇ #20:22 συναντησοντα ¦ συναντησαντα ECM*συναντήσοντά #20:22 μοι ¦ εμοι WHμοι μὴ εἰδώς, 23πλὴν ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ πόλιν #20:23 διαμαρτυρεται ¦ διαμαρτυρεται μοι CTδιαμαρτύρεται λέγον ὅτι δεσμά #20:23 με και θλιψεις ¦ και θλιψεις με CTμε καὶ θλίψεις μένουσιν. 24Ἀλλ᾽ οὐδενὸς #20:24 λογον ποιουμαι ουδε εχω την ψυχην μου 77.6% ¦ λογου ποιουμαι την ψυχην CT 1.2%λόγον ποιοῦμαι, οὐδὲ ἔχω τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ, ὡς #20:24 τελειωσαι ¦ τελειωσω WHτελειῶσαι τὸν δρόμον μου #20:24 μετα χαρας 96% ¦ --- CT 2.9%μετὰ χαρᾶς, καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.
25Καὶ νῦν ἰδού, ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν #20:25 του θεου ¦ --- CTτοῦ Θεοῦ. 26#20:26 διοτι ¦ διο ANT BYZ HF PCK TRΔιότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρὸς #20:26 εγω ¦ ειμι CTἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. 27Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι #20:27 υμιν πασαν την βουλην του θεου ¦ πασαν την βουλην του θεου υμιν CTὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. 28Προσέχετε #20:28 ουν ¦ --- CTοὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ #20:28 κυριου και θεου ¦ θεου ECM NA SBL TR WH ¦ κυριου THΚυρίου καὶ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ #20:28 ιδιου αιματος ¦ αιματος του ιδιου CTἰδίου αἵματος. 29Ἐγὼ #20:29 γαρ οιδα τουτο 90.9% ¦ οιδα CT 4.1%γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου· 30καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω #20:30 αυτων ¦ εαυτων SBL TH WHαὐτῶν. 31Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. 32Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, #20:32 αδελφοι ¦ --- CTἀδελφοί, τῷ #20:32 θεω ¦ κυριω WHΘεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ #20:32 εποικοδομησαι ¦ οικοδομησαι CTἐποικοδομῆσαι, καὶ δοῦναι #20:32 υμιν ¦ την ECM* NA SBL TH WH ¦ --- ECM*ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. 33Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα. 34#20:34 αυτοι ¦ αυτοι δε TRΑὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. 35Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε #20:35 των λογων ¦ του λογου PCK ¦ τον λογον ANTτῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε, Μακάριόν ἐστι #20:35 μαλλον διδοναι ¦ διδοναι μαλλον TRμᾶλλον διδόναι ἢ λαμβάνειν.
36Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ, σὺν πᾶσιν αὐτοῖς προσηύξατο. 37Ἱκανὸς δὲ #20:37 εγενετο κλαυθμος ¦ κλαυθμος εγενετο CT PCKἐγένετο κλαυθμὸς πάντων· καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν, 38ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσι τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. Προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in