ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 11
11
1Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ. 2#11:2 και οτε 87.8% ¦ οτε δε CT 7.4%Καὶ ὅτε ἀνέβη Πέτρος εἰς #11:2 ιεροσολυμα ¦ ιερουσαλημ CTἹεροσόλυμα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς, 3λέγοντες ὅτι #11:3 προς ανδρας ακροβυστιαν εχοντας εισηλθες και συνεφαγες ¦ εισηλθες προς ανδρας ακροβυστιαν εχοντας και συνεφαγες ECM* NA PCK SBL TH ¦ εισηλθε προς ανδρας ακροβυστιαν εχοντας και συνεφαγεν ECM* WHΠρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες, καὶ συνέφαγες αὐτοῖς. 4Ἀρξάμενος δὲ #11:4 ο ¦ --- CTὁ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων, 5Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι, ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ· 6εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. 7Ἤκουσα #11:7 δε ¦ δε και CTδὲ φωνῆς λεγούσης μοι, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. 8Εἶπον δέ, Μηδαμῶς, Κύριε· ὅτι #11:8 παν ¦ --- CTπᾶν κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. 9Ἀπεκρίθη δέ #11:9 μοι ¦ --- CTμοι #11:9 φωνη εκ δευτερου ¦ εκ δευτερου φωνη PCK WHφωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. 10Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ #11:10 παλιν ανεσπασθη ¦ ανεσπασθη παλιν CTπάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν. 11Καὶ ἰδού, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ #11:11 ημην ¦ ημεν CTἤμην, ἀπεσταλμένοι ἀπὸ #11:11 καισαρειας ¦ καισαριας WHΚαισαρείας πρός με. 12Εἶπε δέ #11:12 μοι το πνευμα ¦ το πνευμα μοι CTμοι τὸ πνεῦμα συνελθεῖν αὐτοῖς, μηδὲν #11:12 διακρινομενον ¦ διακριναντα CTδιακρινόμενον. Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός· 13ἀπήγγειλέ #11:13 τε ¦ δε CT PCKτε ἡμῖν πῶς εἶδε τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα, καὶ εἰπόντα #11:13 αυτω ¦ --- CTαὐτῷ, Ἀπόστειλον εἰς Ἰόππην #11:13 ανδρας ¦ --- CT PCKἄνδρας, καὶ μετάπεμψαι Σίμωνα, τὸν ἐπικαλούμενον Πέτρον, 14ὃς λαλήσει ῥήματα πρός σε, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. 15Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾽ αὐτούς, ὥσπερ καὶ ἐφ᾽ ἡμᾶς ἐν ἀρχῇ. 16Ἐμνήσθην δὲ τοῦ ῥήματος #11:16 κυριου ¦ του κυριου CT PCKΚυρίου, ὡς #11:16 ελεγεν ¦ ελεγεν οτι PCKἔλεγεν, #11:16 ιωαννης ¦ ιωανης WHἸωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ. 17Εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὡς καὶ ἡμῖν, πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν #11:17 χριστον ¦ --- PCKΧριστόν, ἐγὼ #11:17 δε ¦ --- CT PCKδὲ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν; 18Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν, καὶ #11:18 εδοξαζον ¦ εδοξασαν ECM* NA SBL TH WHἐδόξαζον τὸν Θεόν, λέγοντες, Ἄρα #11:18 γε ¦ --- CTγε καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν #11:18 εδωκεν εις ζωην ¦ εις ζωην εδωκεν ECM* NA SBL TH WHἔδωκεν εἰς ζωήν.
19Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. 20Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες #11:20 εισελθοντες ¦ ελθοντες CTεἰσελθόντες εἰς Ἀντιόχειαν, ἐλάλουν #11:20 προς ¦ και προς CTπρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. 21Καὶ ἦν χεὶρ Κυρίου μετ᾽ αὐτῶν· πολύς τε ἀριθμὸς #11:21 πιστευσας ¦ ο πιστευσας ECM* NA SBL TH WHπιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον. 22Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς #11:22 εν ¦ ουσης εν CTἐν #11:22 ιεροσολυμοις ¦ ιερουσαλημ CTἹεροσολύμοις περὶ αὐτῶν· καὶ ἐξαπέστειλαν Βαρνάβαν #11:22 διελθειν ¦ --- ECM SBL TH WHδιελθεῖν ἕως Ἀντιοχείας· 23ὃς παραγενόμενος καὶ ἰδὼν τὴν #11:23 χαριν ¦ χαριν την ECM NA SBL WHχάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν #11:23 τω ¦ εν τω WHτῷ Κυρίῳ· 24ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. 25Ἐξῆλθε δὲ εἰς Ταρσὸν #11:25 ο βαρναβας ¦ --- CTὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, 26καὶ εὑρὼν #11:26 ηγαγεν αυτον ¦ ηγαγεν CT PCK ¦ αυτον ηγαγεν αυτον ANT TRἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν. Ἐγένετο δὲ #11:26 αυτους ¦ αυτοις και CTαὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι #11:26 τη ¦ εν τη ANT CT TRτῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε #11:26 πρωτον ¦ πρωτως CTπρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
27Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν. 28Ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος, #11:28 εσημανε ¦ εσημαινε WHἐσήμανε διὰ τοῦ πνεύματος λιμὸν #11:28 μεγαν ¦ μεγαλην CTμέγαν μέλλειν ἔσεσθαι ἐφ᾽ ὅλην τὴν οἰκουμένην· #11:28 οστις και ¦ ητις CTὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου #11:28 καισαρος ¦ --- CTΚαίσαρος. 29Τῶν δὲ μαθητῶν καθὼς #11:29 ευπορειτο ¦ ηυπορειτο ANT TRεὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· 30ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.
Currently Selected:
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 11: TCGNT
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain