ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 2
2
1Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ᾽ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ #2:1 μαρτυριον 93.1% ¦ μυστηριον NA WH 4.4%μαρτύριον τοῦ Θεοῦ. 2Οὐ γὰρ ἔκρινα #2:2 του ειδεναι τι ¦ τι ειδεναι CTτοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον. 3#2:3 και εγω ¦ καγω CTΚαὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς. 4Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν #2:4 πειθοις ανθρωπινης σοφιας λογοις 66.9% ¦ πειθοις σοφιας λογοις NA TH 3.9% ¦ πιθοις σοφιας λογοις WH 0.6% ¦ πειθοι σοφιας SBL 0%πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως· 5ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ᾽ ἐν δυνάμει Θεοῦ.
6Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων· 7ἀλλὰ λαλοῦμεν #2:7 σοφιαν θεου ¦ θεου σοφιαν CTσοφίαν Θεοῦ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· 8ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· 9ἀλλὰ καθὼς γέγραπται,
Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε,
καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη,
# 2:9 α ¦ οσα SBL WH ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
10Ἡμῖν #2:10 δε ¦ γαρ SBL WHδὲ #2:10 ο θεος απεκαλυψε ¦ απεκαλυψεν ο θεος CTὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ πνεύματος #2:10 αυτου ¦ --- CTαὐτοῦ· τὸ γὰρ πνεῦμα πάντα #2:10 ερευνα ¦ εραυνα CTἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. 11Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς #2:11 οιδεν ¦ εγνωκεν CTοἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ Θεοῦ. 12Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. 13Ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν διδακτοῖς Πνεύματος #2:13 αγιου ¦ --- CTἉγίου, πνευματικοῖς πνευματικὰ #2:13 συγκρινοντες ¦ συνκρινοντες TH WHσυγκρίνοντες.
14Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται. 15Ὁ δὲ πνευματικὸς ἀνακρίνει #2:15 μεν ¦ τα NA SBLμὲν πάντα, αὐτὸς δὲ ὑπ᾽ οὐδενὸς ἀνακρίνεται. 16Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς #2:16 συμβιβασει ¦ συνβιβασει WHσυμβιβάσει αὐτόν; Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.
Currently Selected:
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 2: TCGNT
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain