YouVersion Logo
Search Icon

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8

8
The Messiah demonstrates His power
Jesus heals a leper
1Καταβάντι δὲ αὐτῷ#καταβαντι δε αυτω f35 [97.5%] RP,HF,OC,CP,TR ¦ 12 αυτου ℵ ¦ καταβαντος 2 αυτου B,C,W [1%] NU ¦ καταβαινοντος 2 αυτου [1%] ἀπὸ τοῦ ὄρους, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. 2Καὶ ἰδού, λεπρὸς ἐλθὼν#ελθων f35 C,W [75%] RP,HF,OC,CP,TR ¦ προσελθων ℵB,N [24%] NU ¦ --- [1%] προσεκύνει αὐτῷ, λέγων, «Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.» 3Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ὁ Ἰησοῦς,#ο ιησους f35 N,W [96%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C [4%] NU λέγων, «Θέλω, καθαρίσθητι.» Καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. 4Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· «Ὅρα μηδενὶ εἴπῃς· ἀλλ᾿#αλλ f35 [50%] TR ¦ αλλα ℵB,C,N,W [50%] RP,HF,OC,CP,NU ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκαι#προσενεγκαι f35 [25%] ¦ προσενεγκε ℵN,W [75%] RP,HF,OC,CP,TR ¦ προσενεγκον B,C [0.5%] NU [The imperatival use of the infinitive is very normal Koine, being a continuation of classical usage.] τὸ δῶρον ὃ προσέταξεν Μωσῆς,#μωσης f35 C [90%] RP,HF,OC,CP ¦ μωυσης ℵB,N,W [10%] TR,NU εἰς μαρτύριον αὐτοῖς.»
Jesus heals at a distance
5Εἰσελθόντι#εισελθοντι f35 N,W [96%] RP,HF,OC,CP,TR ¦ εισελθοντος ℵB,C [4%] NU δὲ αὐτῷ#αυτω f35 N,W [91%] RP,HF,OC,CP ¦ αυτου ℵB,C [4%] NU ¦ τω ιησου [5%] TR εἰς Καπερναούμ,#καπερναουμ f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ καφαρναουμ ℵB [1%] NU προσῆλθεν αὐτῷ ἑκατόνταρχος, παρακαλῶν αὐτὸν καὶ λέγων, 6«Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.» 7Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς,#ο ιησους f35 C,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ --- (ℵ)B [0.5%] NU «Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.» 8Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· «Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ,#λογω rell ¦ λογον [5%] TR καὶ ἰαθήσεται ὁ παῖς μου. 9Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας. Καὶ λέγω τούτῳ, ‹Πορεύθητι,› καὶ πορεύεται· καὶ ἄλλῳ, ‹Ἔρχου,› καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, ‹Ποίησον τοῦτο,› καὶ ποιεῖ.» 10Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν, καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν· «Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν#ουδε εν τω ισραηλ τοσαυτην πιστιν f35 ℵC,N (95.1%) RP,HF,OC,CP,TR ¦ οτι 1-6 (3.4%) ¦ 1 παρ ουδενι 2-6 (0.2%) ¦ παρ ουδενι 56 (0.3%) ¦ ∼ παρ ουδενι 56234 B,W (0.7%) NU ¦ long omission (0.3%) εὗρον. 11Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται#ανακλιθησονται rell ¦ ανακληθησονται [10%] CP μετὰ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· 12οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἐκεῖ ἔσται ὁ#ο rell ¦ --- CP κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.» 13Καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῳ,#εκατονταρχω f35 [30%] OC,TR ¦ εκατονταρχη ℵB,C,N,W [70%] RP,HF,CP,NU «Ὕπαγε, καὶ#και f35 C,N [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,W [1%] NU ὡς ἐπίστευσας γενηθήτω σοι.» Καὶ ἰάθη ὁ παῖς αὐτοῦ#αυτου f35 C,N,W [99%] RP,HF,OC,CP,TR[NU] ¦ --- ℵB [1%] ἐν τῇ ὥρᾳ ἐκείνῃ.
Peter’s mother-in-law
14Καὶ ἐλθὼν#ελθων rell ¦ εισελθων [5%] CP ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν. 15Καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ.#αυτω f35 ℵB,C,W [90%] RP,HF,OC,CP,NU ¦ αυτοις [10%] TR ¦ αυτων N 16Ὀψίας δὲ γενομένης, προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς. Καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, 17ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος, «Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν#ελαβεν rell ¦ ανελαβεν [5%] CP καὶ τὰς νόσους ἐβάστασεν.»
18Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους#πολλους οχλους f35 C,N [97%] RP,HF,OC,CP,TR ¦ πολυν οχλον [2%] ¦ 2 ℵ [1%] ¦ οχλον B,NU ¦ οχλον πολυν W ¦ one other variant περὶ αὐτόν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. 19Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ, «Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.» 20Λέγει#λεγει f35 [20%] ¦ και 1 ℵB,C,N,W [80%] RP,HF,OC,CP,TR,NU αὐτῷ ὁ Ἰησοῦς, «Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.» 21Ἕτερος δὲ τῶν μαθητῶν#μαθητων f35 ℵB [20%] ¦ 1 αυτου C,N,W [80%] RP,HF,OC,CP,TR[NU] εἶπεν αὐτῷ, «Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.» 22Ὁ δὲ Ἰησοῦς εἶπεν#ειπεν f35 N,W [98%] RP,HF,OC,CP,TR ¦ λεγει ℵB,C [2%] NU αὐτῷ, «Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.»
Jesus controls wind and wave
23Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 24Καὶ ἰδού, σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων. Αὐτὸς δὲ ἐκάθευδεν. 25Καὶ προσελθόντες οἱ μαθηταὶ#οι μαθηται f35 (80%) RP,HF,CP ¦ 12 αυτου W (19%) OC,TR ¦ αυτω 12 αυτου C (0.5%) ¦ --- ℵB (0.5%) NU ἤγειραν αὐτὸν λέγοντες, «Κύριε, σῶσον ἡμᾶς,#ημας f35 W [97%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C [3%] NU ἀπολλύμεθα.» 26Καὶ λέγει αὐτοῖς, «Τί δειλοί ἐστε, ὀλιγόπιστοι;» Τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. 27Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν, λέγοντες, «Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;»#υπακουουσιν αυτω f35 C [98.5%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵB,W [1.5%] NU
Jesus controls any number of demons
28Καὶ ἐλθόντι αὐτῷ#ελθοντι αυτω f35 W [96%] RP,HF,OC,CP,TR ¦ ελθοντος αυτου B,C [4%] NU ¦ ελθοντων αυτων ℵ εἰς τὸ πέραν, εἰς τὴν χώραν τῶν Γεργεσηνῶν,#γεργεσηνων f35 W [96%] RP,HF,OC,CP,TR ¦ γεργεσινων [2%] ¦ γαδαρηνων B,C [2%] NU ¦ γαζαρηνων ℵ ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι, ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. 29Καὶ ἰδού, ἔκραξαν λέγοντες· «Τί ἡμῖν καὶ σοί, Ἰησοῦ,#ιησου f35 W [96%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C [4%] NU Υἱὲ τοῦ Θεοῦ; Ἦλθες ὧδε#f35 generally has ὦδε, presumably to distinguish it from ὧ δε. πρὸ καιροῦ βασανίσαι ἡμᾶς;» 30Ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31Οἱ δὲ δαίμονες παρεκάλουν αὐτόν, λέγοντες, «Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν#επιτρεψον ημιν απελθειν f35 C,W [98%] RP,HF,OC,CP,TR ¦ αποστειλον ημας ℵB [2%] NU εἰς τὴν ἀγέλην τῶν χοίρων.» 32Καὶ εἶπεν αὐτοῖς, «Ὑπάγετε.» Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων.#την αγελην των χοιρων f35 N,W [97%] RP,HF,OC,CP,TR ¦ τους χοιρους ℵB,C [3%] NU Καὶ ἰδού, ὥρμησεν πᾶσα ἡ ἀγέλη τῶν χοίρων#των χοιρων f35 [95%] RP,HF,OC,CP,TR ¦ --- ℵB(C)N,W [5%] NU κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 33Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα, καὶ τὰ τῶν δαιμονιζομένων. 34Καὶ ἰδού, πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν#συναντησιν f35 C,N,W [98.5%] RP,HF,OC,CP,TR ¦ υπαντησιν ℵB [1.5%] NU τῷ Ἰησοῦ· καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in