ΚΑΤΑ ΛΟΥΚΑΝ 5
5
By the sea
1Ἐγένετο δέ, ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ#του f35 C,D,Q [97.5%] CP,HF,RP,TR,OC ¦ και 𝕻75(ℵ)A,B,W [2.5%] NU ἀκούειν τὸν λόγον τοῦ Θεοῦ, καὶ αὐτὸς ἦν ἑστὼς περὶ#περι f35 [18%] ¦ παρα 𝕻75ℵA,B,D,Q,W [82%] CP,HF,RP,TR,OC,NU τὴν λίμνην Γενησαρέτ,#γενησαρετ f35 [29%] ¦ γεννησαρετ 𝕻75ℵA,B,C,Q,W [60%] CP,HF,RP,TR,OC,NU ¦ γεννησαρεθ [9%] ¦ γεννησαρεδ D ¦ two other spellings [2%] 2καὶ εἶδεν#ειδεν rell ¦ ιδε A,C,D,Q [11%] ¦ four other variants [4%] δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην (οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν,#αναβαντες απ αυτων f35 A [99%] CP,HF,RP,TR,OC ¦ ∼ 231 𝕻75B,C,D,Q,W [1%] NU ¦ ∼ 31 ℵ ἀπέπλυναν#απεπλυναν f35 A [90%] CP,HF,RP,TR,OC ¦ επεπλυνον [7%] ¦ επλυναν ℵC,Q [2%] ¦ επλυνον B,D,W [1%] NU τὰ δίκτυα). 3Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ#του f35 A,C,Q [99%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵB,D,W [1%] NU Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. Καὶ καθίσας#και καθισας f35 A,C,D [99.5%] CP,HF,RP,TR,OC ¦ ∼ 2 δε 𝕻75ℵB,Q,W [0.5%] NU ἐδίδασκεν ἐκ τοῦ πλοίου#εδιδασκεν εκ του πλοιου f35 A,C,Q,W [99%] CP,HF,RP,TR,OC ¦ ∼ 2341 𝕻75B [1%] NU ¦ ∼ εν τω πλοιω 1 ℵD τοὺς ὄχλους.
A miraculous catch
4Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα, «Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.» 5Καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ,#ο σιμων ειπεν αυτω f35 A,C,W [98.5%] CP,HF,RP,TR,OC ¦ 23 𝕻75B,NU ¦ ∼ 32 ℵ ¦ four other variants D [1%] «Ἐπιστάτα, δι᾿ ὅλης τῆς#της f35 C,D [99%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵA,B,W [1%] NU νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον.»#το δικτυον f35 A,C [98%] CP,HF,RP,TR,OC ¦ τα δικτυα 𝕻75ℵB,W [2%] NU ¦ D is wild 6Καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων#πληθος ιχθυων rell ¦ ∼ 21 D [2.5%] TR πολύ, διερρήγνυτο#διερρηγνυτο f35 (A) [99%] CP,HF,RP,TR,OC ¦ διερρησσετο 𝕻75ℵ(B) [0.5%] NU ¦ διερρητο C ¦ διερρησοντο W ¦ ρησσεσθαι D δὲ τὸ δίκτυον#το δικτυον f35 A,C [98.5%] CP,HF,RP,TR,OC ¦ τα δικτυα 𝕻4,75ℵB(D)W [1.5%] NU αὐτῶν. 7Καὶ κατένευσαν τοῖς μετόχοις τοῖς#τοις f35 A,C [99%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵB,D,W [1%] NU ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. 8Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν#γονασιν f35 𝕻4,75ℵB(D)W [85%] CP,HF,RP,OC,NU ¦ 1 του A,C [15%] TR Ἰησοῦ λέγων, «Ἔξελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε.» 9Θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ#η f35 ℵA,C,W [99.5%] CP,HF,RP,TR,OC ¦ ων 𝕻75B,D [0.5%] NU συνέλαβον· 10ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπεν πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς, «Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.» 11Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα#απαντα f35 A,C,W [96%] CP,HF,RP,TR,OC ¦ παντα ℵB(D) [4%] NU ἠκολούθησαν αὐτῷ.
The hinge: proof, evaluation, rejection
A leper—the proof
12Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων, καὶ ἰδού, ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν#και ιδων f35 A,C,D,W [99%] CP,HF,RP,TR,OC ¦ ∼ 2 δε ℵB [1%] NU τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων, «Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.» 13Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ εἰπών,#ειπων f35 A,N [98%] CP,HF,RP,TR,OC ¦ λεγων ℵB,C,D,W [2%] NU «Θέλω· καθαρίσθητι.» Καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾿ αὐτοῦ. 14Καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, «Ἀλλὰ#αλλα rell ¦ αλλ [17%] ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκαι#προσενεγκαι f35 ℵ [30%] ¦ προσενεγκε A,B,C,D,N,W [70%] CP,HF,RP,TR,OC,NU περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωσῆς,#μωσης f35 A [74%] CP,HF,RP,TR ¦ μωυσης ℵB,C(D)N,W [26%] OC,NU εἰς μαρτύριον αὐτοῖς.»
15Διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ὑπ᾿ αὐτοῦ#ὑπ (απ A) αυτου f35 (A)N [97.5%] CP,HF,RP,TR,OC ¦ --- ℵB,C,D,W [2.5%] NU ἀπὸ τῶν ἀσθενειῶν#ασθενειων rell ¦ ασθενιων ℵN,W [14%] αὐτῶν. 16Αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.
An examining council—the evaluation
17Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν#ην rell ¦ 1 ο ιησους [11%] διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ—καὶ δύναμις Κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς.#αυτους f35 A,C,D,N (98.4%) CP,HF,RP,TR,OC ¦ αυτον ℵB,W (0.9%) NU ¦ eight other variants (0.7%) (Why would the editors of NU choose such an inferior reading?)
“Your sins are forgiven”
18Καὶ ἰδού, ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι#θειναι f35 ℵA,C,D,N,W [99%] CP,HF,RP,TR,OC ¦ 1 αυτον B [1%] [NU] ἐνώπιον αὐτοῦ. 19Καὶ μὴ εὑρόντες πῶς#πως f35 [35%] ¦ ποιας ℵA,B,C,D,N,W [57%] CP,HF,RP,OC,NU ¦ ποθεν [4%] ¦ δια ποιας [2%] TR ¦ ποιας οδου [2%] εἰσενέγκωσιν αὐτόν, διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον, ἔμπροσθεν τοῦ Ἰησοῦ. 20Καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν αὐτῷ,#αυτω f35 A,N,W [95.5%] CP,HF,RP,TR,OC ¦ τω παραλυτικω C,D [3%] ¦ τω ανθρωπω [0.5%] ¦ --- ℵB [1%] NU «Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.»
A ‘discussion’ ensues
21Καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· «Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; Τίς δύναται ἀφιέναι ἁμαρτίας#αφιεναι αμαρτιας f35 ℵA,C,N(W) [99%] CP,HF,RP,TR,OC ¦ ∼ 21 [0.8%] ¦ ∼ 2 αφειναι B,D [0.2%] NU εἰ μὴ μόνος ὁ Θεός;» 22Ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν, ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· «Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 23Τί ἐστιν εὐκοπώτερον εἰπεῖν, ‹Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου,› ἢ εἰπεῖν, ‹Ἔγειραι#εγειραι f35 [55%] CP,HF,RP,TR ¦ εγειρε ℵA,B,C,D,N,W [45%] OC,NU καὶ περιπάτει›; 24Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ Ἀνθρώπου#εξουσιαν εχει ο υιος του ανθρωπου f35 ℵA,C,D,N [91%] CP,HF,RP,TR,OC ¦ ∼ 345612 B,W [9%] NU ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας»—εἶπεν τῷ παραλελυμένῳ·#παραλελυμενω rell ¦ παραλυτικω ℵC,D,N,W [11%] «Σοὶ λέγω, ἔγειραι,#εγειραι f35 [55%] CP,HF,RP,TR ¦ εγειρε ℵA,B,C,D,N,W [45%] OC,NU καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου.»
God is glorified
25Καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾿ ᾧ#ω f35 [58%] CP,TR ¦ ο ℵA,B,C,N,W [42%] HF,RP,OC,NU ¦ D is wild κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν Θεόν. 26Καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν Θεόν· καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι «Εἴδομεν παράδοξα σήμερον.»
Enter Levi (Matthew)
27Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευῒν#λευιν rell ¦ λευι [10%] ¦ λευειν ℵA,B,C,N,W [4%] ¦ λευει (D) [1%] καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ, «Ἀκολούθει μοι.» 28Καὶ καταλιπὼν#καταλιπων rell ¦ καταλειπων A [12%] ἅπαντα#απαντα f35 A [93%] CP,HF,RP,TR,OC ¦ απαντας ℵ ¦ παντας C ¦ παντα B,D,N,W [2%] NU ¦ --- [5%] ἀναστὰς ἠκολούθησεν#ηκολουθησεν f35 ℵA,C,N [99.3%] CP,HF,RP,TR,OC ¦ ηκολουθει B,D,W [0.7%] NU αὐτῷ. 29Καὶ ἐποίησεν δοχὴν μεγάλην#μεγαλην rell ¦ 1 ο [1.5%] TR Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος τελωνῶν πολὺς#τελωνων πολυς f35 A [95%] CP,HF,RP,TR,OC ¦ ∼ 21 ℵB,C,D,N,W [5%] NU καὶ ἄλλων οἳ ἦσαν μετ᾿ αὐτῶν κατακείμενοι.
The Pharisees have a problem
30Καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν, καὶ οἱ Φαρισαῖοι,#γραμματεις αυτων και οι φαρισαιοι f35 A,N [98%] CP,HF,RP,TR,OC ¦ ∼ 53412 (B)C,W [1%] NU ¦ 1345 [1%] ¦ ∼ 5341 ℵ(D) (Render, “the scribes and Pharisees complained about them to His disciples.”) πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες, «Διὰ τί μετὰ τῶν#των f35 ℵA,B,C,D,N,W [70%] CP,HF,RP,OC,NU ¦ --- [30%] TR τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;» 31Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· «Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾿#αλλ rell ¦ αλλα A,B,W [0.4%] NU οἱ κακῶς ἔχοντες. 32Οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς, εἰς μετάνοιαν.»
33Οἱ δὲ εἶπον#ειπον rell ¦ ειπαν 𝕻4B,C,D,N,W [0.7%] NU πρὸς αὐτόν, «Διὰ τί#δια τι f35 ℵA,C,D,N [99%] CP,HF,RP,TR,OC ¦ --- 𝕻4B,W [1%] NU οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν;» 34Ὁ δὲ#δε f35 A [91%] CP,HF,RP,TR,OC ¦ 1 ιησους 𝕻4ℵB,C,D,W [9%] NU εἶπεν πρὸς αὐτούς· «Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾿ αὐτῶν ἐστιν ποιῆσαι νηστεύειν;#νηστευειν f35 ℵA,C,D,W [99%] CP,HF,RP,TR,OC ¦ νηστευσαι B [1%] NU 35Ἐλεύσονται δὲ ἡμέραι#ημεραι f35 ℵC [25%] ¦ 1 και 𝕻4A,B,D,W [75%] CP,HF,RP,TR,OC,NU ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος· τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.»
New wine vs. old wineskins
36Ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι «Οὐδεὶς ἐπίβλημα#επιβλημα f35 A,C [97%] CP,HF,RP,TR,OC ¦ 1 απο 𝕻4ℵB,D,W [3%] NU ἱματίου καινοῦ#καινου f35 A,C [98%] CP,HF,RP,TR,OC ¦ 1 σχισας 𝕻4ℵB,D,W [2%] NU ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή γε, καὶ τὸ καινὸν σχίζει#σχιζει f35 A [97%] CP,HF,RP,TR ¦ σχισει ℵB,C,D,W [2%] OC,NU ¦ σχιζεται [1%] καὶ τῷ παλαιῷ οὐ συμφωνεῖ#συμφωνει f35 [79%] CP,HF,RP ¦ 1 επιβλημα (D) [1%] TR ¦ 1 το επιβλημα [18%] OC ¦ συμφωνησει το επιβλημα 𝕻4ℵB,C,W [2%] NU ¦ συμφωνησει A τὸ ἀπὸ τοῦ καινοῦ. 37Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήξει ὁ νέος οἶνος#ο νεος οινος f35 A [84%] CP,HF,RP,TR ¦ ∼ 1312 𝕻4B,C,D,W [15%] OC,NU ¦ 13 ℵ [1%] τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται. 38Ἀλλὰ#αλλα rell ¦ αλλ B,C [40%] οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, καὶ ἀμφότεροι συντηροῦνται.#και αμφοτεροι συντηρουνται f35 A,C(D) (98.6%—of which 1.7% have minor variations) CP,HF,RP,TR,OC ¦ --- 𝕻4(ℵ)B(W) (1.2%) NU ¦ long omissions (0.2%) 39Καὶ#και f35 ℵA,C,W [99.6%] CP,HF,RP,TR,OC[NU] ¦ --- 𝕻4B [0.4%] ¦ D omits verse 39 οὐδεὶς πιὼν παλαιὸν εὐθέως#ευθεως f35 A [96.5%] CP,HF,RP,TR,OC ¦ ευθυς [2%] ¦ --- 𝕻4ℵB,C,W [1.5%] NU θέλει νέον, λέγει γάρ, ‹Ὁ παλαιὸς χρηστότερός#χρηστοτερος f35 A,C [99%] CP,HF,RP,TR,OC ¦ χρηστος 𝕻4ℵB,W [1%] NU ἐστιν.› »
Currently Selected:
ΚΑΤΑ ΛΟΥΚΑΝ 5: F35
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in