ΚΑΤΑ ΛΟΥΚΑΝ 5:12-13
ΚΑΤΑ ΛΟΥΚΑΝ 5:12-13 F35
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων, καὶ ἰδού, ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων, «Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.» Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ εἰπών, «Θέλω· καθαρίσθητι.» Καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾿ αὐτοῦ.