ΚΑΤΑ ΛΟΥΚΑΝ 1
1
Dedicatory
1Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, 2καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, 3ἔδοξεν κἀμοί, παρηκολουθηκότι Ἄνωθεν πᾶσιν, ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, 4ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
The birth of John the baptizer foretold
5Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου, τοῦ#του f35 A,C,D [99%] CP,HF,RP,TR,OC ¦ --- ℵB,W [1%] NU βασιλέως τῆς Ἰουδαίας, ἱερεύς τις ὀνόματι Ζαχαρίας, ἐξ ἐφημερίας Ἀβιά· καὶ ἡ γυνὴ αὐτοῦ#η γυνη αυτου f35 A [98.6%] CP,HF,RP,TR,OC ¦ 2 αυτω ℵB,C,D,W [1.4%] NU ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. 6Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον#ενωπιον f35 A,D,W [99.4%] CP,HF,RP,TR,OC ¦ εναντιον ℵB,C [0.6%] NU τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ Κυρίου ἄμεμπτοι. 7Καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἡ Ἐλισάβετ ἦν#η ελισαβετ ην f35 A,C [92.9%] CP,HF,RP,TR,OC ¦ ∼ 312 ℵD [2.3%] NU ¦ 23 [4.4%] ¦ ∼ 32 B,W [0.4%] στεῖρα· καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
The setting
8Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι#εναντι f35 B,D,W [80%] CP,HF,RP,TR,OC,NU ¦ εναντιον ℵA,C [20%] τοῦ Θεοῦ, 9κατὰ τὸ ἔθος τῆς ἱερατείας, ἔλαχεν τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου· 10καὶ πᾶν τὸ πλῆθος τοῦ λαοῦ ἦν#του λαου ην f35 A,C,D [45%] CP,TR ¦ ∼ 312 ℵB,W [55%] HF,RP,OC,NU (The verb works with the participle in a periphrastic construction; the reading of A,C,D is the more natural, by far.) προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. 11Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος· 12καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾿ αὐτόν.
Gabriel delivers
13Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· «Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. 14Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει#γεννησει f35 [70%] CP,HF,RP,TR,OC ¦ γενεσει ℵA,B,C,D,W [30%] NU αὐτοῦ χαρήσονται· 15ἔσται γὰρ μέγας ἐνώπιον τοῦ#του f35 B,D,W [80%] CP,HF,RP,TR,OC[NU] ¦ --- ℵA,C [20%] Κυρίου· καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ· καὶ Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ. 16Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν· 17καὶ αὐτὸς προελεύσεται ἐνώπιον Αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλιού, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον.»
Zacharias doubts
18Καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον· «Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.» 19Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· «Ἐγώ εἰμι Γαβριήλ, ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ· καὶ ἀπεστάλην λαλῆσαι πρός σε καὶ εὐαγγελίσασθαί σοι ταῦτα. 20Καὶ ἰδού, ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾿ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.»
Zacharias punished
21Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτὸν ἐν τῷ ναῷ.#αυτον εν τω ναω f35 ℵA,C,D [96.6%] CP,HF,RP,TR,OC ¦ ∼ 2341 B,W [1%] NU ¦ 1 [2.4%] 22Ἐξελθὼν δὲ οὐκ ἠδύνατο#ηδυνατο f35 C,D,W [93%] CP,HF,RP,TR,OC ¦ εδυνατο ℵA,B [7%] NU (Attic or Koine?) λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ—καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός. 23Καὶ ἐγένετο, ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
24Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε· λέγουσα 25ὅτι «Οὕτως μοι πεποίηκεν ὁ#ο f35 A,B [99.3%] CP,HF,RP,TR,OC ¦ --- ℵC,D,W [0.7%] NU Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ#το f35 A,C [98.8%] CP,HF,RP,TR,OC ¦ --- ℵB,D,W [1.2%] NU ὄνειδός μου ἐν ἀνθρώποις.»
The birth of Jesus foretold—5 BC
26Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ#υπο f35 A,C,D [98.4%] CP,HF,RP,TR,OC ¦ απο ℵB,W [1.6%] NU τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρέτ,#ναζαρετ f35 ℵB,D,W [69%] CP,HF,RP,TR,OC ¦ ναζαρεθ (C) [29.5%] NU ¦ ναζαραθ A [1.5%] 27πρὸς παρθένον μεμνηστευμένην#μεμνηστευμενην f35 C [99.6%] CP,HF,RP,TR,OC ¦ εμνηστευμενην ℵA,B,W [0.3%] NU ¦ μεμνησμενην D [alone] ἀνδρὶ ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴκου#οικου f35 A,B,D,W [88%] CP,HF,RP,TR,OC,NU ¦ 1 και πατριας ℵC [12%] Δαυίδ· καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. 28Καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν#ο αγγελος προς αυτην f35 A,C,D [97.8%] CP,HF,RP,TR,OC ¦ 34 B,W [1.2%] NU ¦ ∼ 3412 ℵ [1%] εἶπεν, «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν.»#ευλογημενη συ εν γυναιξιν f35 A,C,D [98.6%] CP,HF,RP,TR,OC ¦ --- ℵB,W [1.4%] NU 29Ἡ δὲ ἰδοῦσα#ιδουσα f35 A,C [97.6%] CP,HF,RP,TR,OC ¦ --- ℵB,D,W [2.4%] NU διεταράχθη ἐπὶ τῷ λόγῳ#διεταραχθη επι τω λογω f35 A [97%] CP,HF,RP,TR,OC ¦ ∼ 2341 ℵB(D)W [3%] NU ¦ 1 C [alone] αὐτοῦ,#αυτου f35 A [96.3%] CP,HF,RP,TR,OC ¦ --- ℵB,C,D,W [3.7%] NU καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.
Gabriel delivers
30Καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· «Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. 31Καὶ ἰδού, συλλήψῃ#συλληψη f35 [99.4%] CP,HF,RP,TR,OC ¦ συλλημψη ℵA,B,C(D,W) [0.6%] NU ἐν γαστρὶ καὶ τέξῃ Υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. 32Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· 33καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας· καί, τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.»
Mary agrees
34Εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον, «Πῶς ἔσται#εσται f35 ℵA,B,C,D,W [78%] CP,HF,RP,TR,NU ¦ 1 μοι [22%] OC τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» 35Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· «Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον Ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. 36Καὶ ἰδού, Ἐλισάβετ ἡ συγγενής#συγγενης f35 C [90%] CP,HF,RP,TR,OC ¦ συγγενις ℵA,B(D) [10%] NU ¦ συνγενεις W [alone] σου, καὶ αὕτη#αὑτη f35 ¦ αὐτη CP,HF,RP,TR,OC,NU συνειληφυῖα#συνειληφυια f35 A,C,D [98.8%] CP,HF,RP,TR,OC ¦ συνειληφεν ℵB,W [1.2%] NU υἱὸν ἐν γήρει#γηρει f35 ℵA,B,C,D,W [90%] CP,HF,RP,OC,NU ¦ γηρα [10%] TR αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· 37ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ#τω θεω f35 A,C [99%] CP,HF,RP,TR,OC ¦ του θεου ℵB,D,W [1%] NU πᾶν ῥῆμα.» 38Εἶπεν δὲ Μαριάμ· «Ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» Καὶ ἀπῆλθεν ἀπ᾿ αὐτῆς ὁ ἄγγελος.
Mary visits Elizabeth
39Ἀναστᾶσα δὲ#αναστασα δε f35 ℵB,C,D,W [90.6%] CP,HF,RP,TR,OC,NU ¦ ∼ και 1 A [9.4%] Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινήν, μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, 40καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. 41Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας#η ελισαβετ τον ασπασμον της μαριας f35 A,W [98.3%] CP,HF,RP,TR,OC ¦ ∼ 345612 ℵB,C,D [1.7%] NU ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ.
Elizabeth prophesies
42Καὶ ἀνεφώνησεν#ανεφωνησεν f35 A,B,D,W [89%] CP,HF,RP,TR,OC,NU ¦ ανεβοησεν ℵC [11%] φωνῇ#φωνη f35 ℵA,C,D [99.2%] CP,HF,RP,TR,OC ¦ κραυγη B,W [0.8%] NU μεγάλῃ καὶ εἶπεν· «Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ Καρπὸς τῆς κοιλίας σου. 43Καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με;#με f35 A,C,D,W [99.7%] CP,HF,RP,TR,OC ¦ εμε ℵB [0.3%] NU 44Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησεν τὸ βρέφος ἐν ἀγαλλιάσει#το βρεφος εν αγαλλιασει f35 A [97.5%] CP,HF,RP,OC ¦ ∼ 3412 ℵB,C,D,W [2.5%] TR,NU ἐν τῇ κοιλίᾳ μου. 45Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.»
Mary worships
46Καὶ εἶπεν Μαριάμ· «Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, 47καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· 48ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί, 49ὅτι ἐποίησέν μοι μεγαλεῖα#μεγαλεια f35 A,C [99.7%] CP,HF,RP,TR,OC ¦ μεγαλα ℵB,D,W [0.3%] NU ὁ Δυνατός, καὶ Ἅγιον τὸ ὄνομα αὐτοῦ. 50Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶν#γενεας γενεων f35 A [69%] CP,HF,RP,TR,OC ¦ 1 και 2 [2.8%] ¦ γενεαν 2 D [0.6%] ¦ γενεαν και γενεαν ℵ [25.3%] ¦ 1 και 1 B,C,W [0.8%] NU ¦ three other variants [1.5%] τοῖς φοβουμένοις αὐτόν. 51Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ· διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν· 52καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς· 53πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. 54Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, 55καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἁβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.»#εως αιωνος f35 C [35%] CP ¦ 1 αιωνας [1%] ¦ εις τον αιωνα ℵA,B,D,W [64%] HF,RP,TR,OC,NU [Render “while there is an age”—I take the point to be that the things mentioned are pertinent to this world, not the next.]
56Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ#ωσει f35 A,C [97.8%] CP,HF,RP,TR,OC ¦ ως ℵB,W [2%] NU ¦ --- D [0.2%] μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
The birth of John
57Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. 58Καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν Κύριος τὸ ἔλεος αὐτοῦ μετ᾿ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.
John is named
59Καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ#ογδοη ημερα f35 A [97.5%] CP,HF,RP,TR,OC ¦ ∼ 2 τη 1 ℵB,C,D,W [2.5%] NU ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ, Ζαχαρίαν. 60Καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν, «Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης.» 61Καὶ εἶπον#ειπον f35 A,B,C [99%] CP,HF,RP,TR,OC ¦ ειπαν ℵD,W [1%] NU πρὸς αὐτὴν ὅτι «Οὐδείς ἐστιν ἐν τῇ συγγενείᾳ#εν τη συγγενεια f35 D [88%] CP,HF,RP,TR,OC ¦ εκ της συγγενειας ℵA,B,C,W [12%] NU σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.» 62Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν.#αυτον f35 A,C,W [92%] CP,HF,RP,TR,OC ¦ αυτο 𝕻4ℵB,D [8%] NU 63Καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων, «Ἰωάννης ἔσται#εσται f35 C [26%] CP ¦ εστιν ℵA,B,D,W [74%] HF,RP,TR,OC,NU τὸ#το f35 ℵA,C,D,W [99.4%] CP,HF,RP,TR,OC ¦ --- 𝕻4B [0.6%] NU ὄνομα αὐτοῦ.» Καὶ ἐθαύμασαν πάντες. 64Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν. 65(Καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς· καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα. 66Καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες, «Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται;» Καὶ#και f35 A [98.6%] CP,HF,RP,TR,OC ¦ 1 γαρ 𝕻4ℵB,C,D,W [1.4%] NU χεὶρ Κυρίου ἦν μετ᾿ αὐτοῦ.)
Zacharias prophesies
67Καὶ Ζαχαρίας, ὁ πατὴρ αὐτοῦ, ἐπλήσθη Πνεύματος Ἁγίου καὶ προεφήτευσεν#προεφητευσεν f35 (D) [94%] CP,HF,RP,TR,OC ¦ επροφητευσεν 𝕻4ℵA,B,C,W [3.8%] NU ¦ επροεφητευσεν [2.2%] λέγων· 68«Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, 69καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν τῷ#τω f35 A [93%] CP,HF,RP,TR,OC ¦ --- ℵB,C,D,W [7%] NU οἴκῳ Δαυὶδ τοῦ#του f35 A,C [99.3%] CP,HF,RP,TR,OC ¦ --- 𝕻4ℵB,D,W [0.7%] NU παιδὸς αὐτοῦ— 70καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν#των f35 A,C,D [98%] CP,HF,RP,TR,OC ¦ --- 𝕻4ℵB,W [2%] NU ἀπ᾿ αἰῶνος προφητῶν αὐτοῦ— 71σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς· 72ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, 73ὅρκον ὃν ὤμοσεν πρὸς Ἁβραὰμ τὸν πατέρα ἡμῶν· 74τοῦ δοῦναι ἡμῖν ἀφόβως (ἐκ χειρὸς τῶν#των f35 A,C [98.4%] CP,HF,RP,TR,OC ¦ --- ℵB,D,W [1.6%] NU ἐχθρῶν ἡμῶν#ημων f35 A,C,D [98.5%] CP,HF,RP,TR,OC ¦ --- ℵB,W [1.5%] NU ῥυσθέντας) λατρεύειν αὐτῷ, 75ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας#πασας τας ημερας f35 ℵA,C,D [99.5%] CP,HF,RP,TR,OC ¦ πασαις ταις ημεραις 𝕻4B,W [0.5%] NU τῆς ζωῆς#της ζωης f35 [77%] CP,HF,RP,TR,OC ¦ --- 𝕻4ℵA,B,C,D,W [23%] NU ἡμῶν.
76»Καὶ σύ,#συ f35 A [99.3%] CP,HF,RP,TR,OC ¦ 1 δε 𝕻4ℵB,C,D,W [0.7%] NU παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ πρὸ προσώπου#προ προσωπου f35 A,C,D [99.7%] CP,HF,RP,TR,OC ¦ ενωπιον (𝕻4)ℵB,W [0.3%] NU Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, 77τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν,#αυτων f35 𝕻4ℵB,D [85%] CP,HF,RP,TR,OC,NU ¦ ημων A,C [13%] ¦ αυτου W [1%] ¦ --- [1%] 78διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, ἐν οἷς ἐπεσκέψατο#επεσκεψατο f35 A,C,D [99.6%] CP,HF,RP,TR,OC ¦ επισκεψεται 𝕻4ℵB,W [0.4%] NU ἡμᾶς ἀνατολὴ ἐξ ὕψους· 79ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.»
80Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.
Currently Selected:
ΚΑΤΑ ΛΟΥΚΑΝ 1: F35
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in