ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16
16
1»Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε 2—ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. 3Καὶ ταῦτα ποιήσουσιν#ποιησουσιν f35 A,B [85%] CP,HF,RP,OC,NU ¦ 1 υμιν ℵD [15%] TR ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα οὐδὲ ἐμέ. 4Ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα,#ωρα f35 ℵD [90%] CP,HF,RP,OC,TR ¦ 1 αυτων A,B [10%] NU μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον ὅτι μεθ᾿ ὑμῶν ἤμην.
What the Enabler will do
5»Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, ‹Ποῦ ὑπάγεις;› 6Ἀλλ᾿ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. 7Ἀλλ᾿ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ#εγω f35 A [98%] CP,HF,RP,OC ¦ --- ℵB,D [2%] TR,NU μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς.
8»Καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· 9περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· 10περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν Πατέρα μου#μου f35 A [99%] CP,HF,RP,OC,TR ¦ --- ℵB,D,W [1%] NU ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· 11περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.
12»Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν,#λεγειν υμιν f35 A,D,W [99%] CP,HF,RP,OC,TR ¦ ∼ 21 ℵB [1%] NU ἀλλ᾿ οὐ δύνασθε βαστάζειν ἄρτι. 13Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν·#εις πασαν την αληθειαν f35 [98%] CP,HF,RP,OC,TR ¦ ∼ 1342 A,B ¦ εν τη αληθεια παση (−π. ℵ) (ℵ)D,W [2%] NU οὐ γὰρ λαλήσει ἀφ᾿ ἑαυτοῦ, ἀλλ᾿ ὅσα ἂν#αν f35 [97%] CP,HF,RP,OC,TR ¦ εαν A [1%] ¦ --- ℵB,D,W [2%] NU ἀκούσῃ#ακουση f35 A [97%] CP,HF,RP,OC,TR ¦ ακουσει B,D,W [2.5%] NU ¦ ακουει ℵ [0.5%] λαλήσει· καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. 14Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται#ληψεται f35 [99.5%] CP,HF,RP,OC,TR ¦ λημψεται ℵA,B,D,W [0.5%] NU καὶ ἀναγγελεῖ ὑμῖν. 15Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει#λαμβανει f35 B,D,N,W [80%] CP,HF,RP,NU ¦ ληψεται (A) [20%] OC,TR ¦ --- 𝕻66ℵ omit whole verse καὶ ἀναγγελεῖ ὑμῖν.
Sorrow to joy
16»Μικρὸν καὶ οὐ#ου f35 A [98%] CP,HF,RP,OC,TR ¦ ουκετι 𝕻66vℵB,D,N,W [2%] NU θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, ὅτι ὑπάγω πρὸς τὸν Πατέρα.»#οτι υπαγω προς τον πατερα f35 A,N [79.5%] CP,HF,RP ¦ 1 εγω 2345 [20%] OC,TR ¦ --- 𝕻66ℵB,D,W [0.5%] NU 17Εἶπον#ειπον f35 ℵA,D,N [99.5%] CP,HF,RP,OC,TR ¦ ειπαν 𝕻66B,W [0.5%] NU οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· «Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν, ‹Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με,› καὶ ὅτι ‹Ἐγὼ#εγω f35 D,W [90%] CP,HF,RP,OC,TR ¦ --- ℵA,B,N [10%] NU ὑπάγω πρὸς τὸν Πατέρα›;» 18Ἔλεγον οὖν· «Τοῦτο τί ἐστιν#τουτο τι εστιν f35 A,N [97%] CP,HF,RP,OC,TR ¦ ∼ 231 𝕻66ℵB,D,W [3%] NU ὃ λέγει,#ο λεγει f35 B,N [97.5%] CP,HF,RP,OC,TR[NU] ¦ το 2 A ¦ --- 𝕻66ℵD,W [2.5%] ‹τὸ μικρόν›; Οὐκ οἴδαμεν τί λαλεῖ.»
19Ἔγνω οὖν#ουν f35 A,N [96%] CP,HF,RP,OC,TR ¦ --- 𝕻5ℵB,D,W [1%] NU ¦ δε [3%] ὁ#ο f35 ℵAD,N [99.5%] CP,HF,RP,OC,TR[NU] ¦ --- 𝕻5B,W [0.5%] Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· «Περὶ τούτου ζητεῖτε μετ᾿ ἀλλήλων ὅτι εἶπον, ‹Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με;› 20Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς δὲ#δε f35 A,N,W [99.5%] CP,HF,RP,OC,TR ¦ --- 𝕻5ℵB,D [0.5%] NU λυπηθήσεσθε, ἀλλ᾿ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. 21Ἡ γυνὴ ὅταν τίκτῃ#τικτη rell ¦ τικτει [10%] ¦ τικτι N λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως, διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. 22Καὶ ὑμεῖς οὖν λύπην μὲν νῦν#ουν λυπην μεν νυν f35 A(N) [96%] CP,HF,RP,OC,TR ¦ ∼ 1432 𝕻5v,22v,66B,C,D,W [3%] NU ¦ ∼ 4312 ℵ ¦ four other variants ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾿ ὑμῶν. 23Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν.
»Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι ὅσα ἂν#οτι οσα αν f35 [96%] CP,HF,RP,OC,TR ¦ 12 εαν [1%] ¦ 13 A,W ¦ 1 ο 3 ℵ ¦ 1 ο εαν [2%] ¦ ο εαν N ¦ 3 τι 𝕻5B,C [0.5%] NU ¦ εαν τι (𝕻22)D αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν. 24Ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου. Αἰτεῖτε καὶ λήψεσθε,#ληψεσθε f35 C [99%] CP,HF,RP,OC,TR ¦ λημψεσθε 𝕻5ℵA,B,D [0.5%] NU ¦ λημψεσθαι N,W [0.5%] ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
Figures of speech
25»Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν, ἀλλ᾿#αλλ f35 A,N [99%] CP,HF,RP,OC,TR ¦ --- ℵB,C,D,W [1%] NU ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ περὶ τοῦ Πατρὸς ἀναγγελῶ#αναγγελω f35 N [98%] CP,HF,RP,OC,TR ¦ απαγγελω 𝕻5v,66A,B,C,D,W [2%] NU ¦ απαγγελλω ℵ ὑμῖν. 26Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν Πατέρα περὶ ὑμῶν· 27αὐτὸς γὰρ ὁ Πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ#του f35 B,C,D,W [99.5%] CP,HF,RP,OC,TR[NU] ¦ --- 𝕻5ℵA,N [0.5%] Θεοῦ ἐξῆλθον. 28Ἐξῆλθον παρὰ τοῦ Πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον. Πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν Πατέρα.»
29Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ·#αυτω οι μαθηται αυτου f35 A,D [98.5%] CP,HF,RP,OC,TR ¦ 234 B,C,N [1%] NU ¦ ∼ 231 ℵ ¦ 123 W «Ἴδε, νῦν#νυν f35 A,N [99.5%] CP,HF,RP,OC,TR ¦ 1 εν ℵB,C,D,W [0.5%] NU παρρησίᾳ λαλεῖς καὶ παροιμίαν οὐδεμίαν λέγεις. 30Νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ. Ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες.»
“Take heart!”
31Ἀπεκρίθη αὐτοῖς ὁ#ο f35 ℵA,D,N [99.5%] CP,HF,RP,OC,TR ¦ --- 𝕻22,66B,C,W [0.5%] NU Ἰησοῦς· «Ἄρτι πιστεύετε; 32Ἰδού, ἔρχεται ὥρα καὶ νῦν#νυν f35 N [99%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66ℵA,B,C,D,W [1%] NU ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια, καὶ ἐμὲ#και εμε f35 A,D,W [98%] CP,HF,RP,OC,TR ¦ καμε 𝕻22,66ℵB,C,N [2%] NU μόνον ἀφῆτε. Καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατὴρ μετ᾿ ἐμοῦ ἐστιν. 33Ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. Ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε·#εχετε f35 ℵA,B,C [90%] CP,HF,RP,NU ¦ εξετε D [8.5%] OC,TR ¦ εξεται [1%] ¦ εχεται N ¦ omit whole clause 𝕻66 [0.5%] ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.»
Currently Selected:
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16: F35
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in