YouVersion Logo
Search Icon

Acts 6

6
Enter deacons
1Ἐν δὲ ταῖς ἡμέραις ταύταις, πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. 2Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον·#ειπον rell ¦ ειπαν A,B,C [2%] NU «Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς, καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. 3Ἐπισκέψασθε οὖν,#ουν f35 C [98%] HF,RP,OC,TR,CP ¦ δε ℵB [1%] NU ¦ δη A ¦ --- D ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις#πληρεις rell ¦ πληρης [15%] Πνεύματος Ἁγίου#αγιου f35 A,C [97%] HF,RP,OC,TR,CP ¦ --- 𝕻8(ℵ)B,D [3%] NU καὶ σοφίας, οὓς καταστήσομεν#καταστησομεν f35 𝕻8ℵA,B,C,D [60%] OC,TR,CP,NU ¦ καταστησωμεν [40%] HF,RP ἐπὶ τῆς χρείας ταύτης. 4Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.»#προσκαρτερησομεν rell ¦ προσκαρτερησωμεν [50%] ¦ προσκαρτερουντες D
5Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη#πληρη f35 B [40%] OC,TR,CP ¦ πληρης ℵA,C,D [45%] HF,RP,NU ¦ πληρις [12%] ¦ πληρεις [3%] (The accusative is correct.) πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον#προχορον rell ¦ προχωρον [12%] καὶ Νικάνορα καὶ Τίμωνα#τιμωνα rell ¦ τιμονα [35%] ¦ τειμωνα B,D καὶ Παρμενᾶν καὶ Νικόλαον, προσήλυτον Ἀντιοχέα, 6οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων· καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
7Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανεν, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον#υπηκουον rell ¦ υπηκουεν A [14%] ¦ two other variants τῇ πίστει. 8Στέφανος δέ, πλήρης πίστεως#πιστεως f35 (78.8%) HF,RP,OC,TR,CP ¦ χαριτος 𝕻8,45vℵA,B,D,0175 (19.7%) NU ¦ πνευματος (0.4%) ¦ four conflations (1.1%) καὶ δυνάμεως, ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
Stephen in a kangaroo court
9Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς Συναγωγῆς τῆς λεγομένης Λιβερτίνων (καὶ Κυρηναίων#κυρηναιων rell ¦ κυριναιων [13%] ¦ κυρυναιων A ¦ κυρηνεων D ¦ one other variant καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας), συζητοῦντες τῷ Στεφάνῳ. 10Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι ᾧ ἐλάλει.
11Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι «Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωσῆν#μωσην f35 [55%] HF,RP,TR ¦ μωυσην 𝕻8ℵA,B,C,D [45%] OC,CP,NU καὶ τὸν Θεόν.» 12Συνεκίνησάν τε τὸν λαόν, καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς· καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον· 13ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· «Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλάσφημα λαλῶν#ρηματα βλασφημα λαλων f35 [93%] HF,RP,OC,TR,CP ¦ ∼ 31 𝕻8v,45vℵB,C,0175 [3%] NU ¦ 13 A,D ¦ ∼ 312 [3%] κατὰ τοῦ τόπου τοῦ ἁγίου#αγιου f35 ℵA,D,0175 [90%] HF,RP,OC,CP ¦ 1 τουτου (𝕻8)B,C [10%] TR[NU] καὶ τοῦ νόμου· 14ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωσῆς.»#μωσης f35 A [60%] HF,RP,TR,CP ¦ μωυσης ℵB,C,D,0175 [40%] OC,NU 15Καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες#απαντες f35 [95%] HF,RP,OC,TR,CP ¦ παντες ℵA,B,C,D,0175 [5%] NU οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.

Currently Selected:

Acts 6: F35

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in