ΣΕΙΡΑΧ 48
48
1Καὶ ἀνέστη Ἠλίας προφήτης ὡς πῦρ, καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο· 2ὃς ἐπήγαγεν ἐπʼ αὐτοὺς λιμὸν, καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς. 3Ἐν λόγῳ Κυρίου ἀνέσχεν οὐρανὸν, κατήγαγεν οὕτως τρὶς πῦρ. 4Ὡς ἐδοξάσθης Ἠλία ἐν τοῖς θαυμασίοις σου; καὶ τίς ὅμοιός σοι καυχᾶσθαι; 5Ὁ ἐγείρας νεκρὸν ἐκ θυνάτου καὶ ἐξ ᾅδου ἐν λόγῳ ὑψίστου· 6ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπώλειαν, καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν· 7ὁ ἀκούων ἐν Σινᾷ ἐλεγμὸν, καὶ ἐν Χωρὴβ κρίματα ἐκδικήσεως· 8ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα, καὶ προφήτας διαδόχους μετʼ αὐτόν· 9ὁ ἀναληφθεὶς ἐν λαίλαπι πυρὸς ἐν ἅρματι ἵππων πυρίνων· 10ὁ καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιροὺς, κοπάσαι ὀργὴν πρὸ θυμοῦ, καὶ ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν, καὶ καταστῆσαι φυλὰς Ἰακώβ. 11Μακάριοι οἱ ἰδόντες σε, καὶ οἱ ἐν ἀγαπήσει κεκοσμημένοι· καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα.
12Ἠλίας, ὃς ἐν λαίλαπι ἐσκεπάσθη· καὶ Ἐλισαιὲ ἐνεπλήσθη πνεύματος αὐτοῦ· καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος, καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς. 13Πᾶς λόγος οὐχ ὑπερῇρεν αὐτὸν, καὶ ἐν κοιμήσει ἐπροφήτευσε τὸ σῶμα αὐτοῦ. 14Καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησε τέρατα. καὶ ἐν τελευτῇ θαυμάσια τὰ ἔργα αὐτοῦ.
15Ἐν πᾶσι τούτοις οὐ μετενόησεν ὁ λαὸς, καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν, ἕως ἐπρονομεύθησαν ἀπὸ τῆς γῆς αὐτῶν, καὶ ἐσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ· καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστὸς, καὶ ἄρχων τῷ οἴκῳ Δαυίδ. 16Τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστὸν, τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας.
17Ἐζεκίας ὠχύρωσε τὴν πόλιν αὐτοῦ, καὶ εἰσήγαγεν εἰς μέσον αὐτῶν τὸν Γώγ· ὤρυξε σιδήρῳ ἀκρότομον, καὶ ᾠκοδόμησε κρήνας εἰς ὕδατα. 18Ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηρὶμ, καὶ ἀπέστειλε Ῥαψάκην, καὶ ἀπῇρε· καὶ ἐπῇρεν ἡ χεὶρ αὐτοῦ ἐπὶ Σιὼν, καὶ ἐμεγαλαύχησεν ὑπερηφανίᾳ αὐτοῦ. 19Τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν, καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι.
20Καὶ ἐπεκαλέσαντο τὸν Κύριον τὸν ἐλεήμονα, ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν· καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν, καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ἡσαΐου. 21Ἐπάταξε τὴν παρεμβολὴν τῶν Ἀσσυρίων, καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ. 22Ἐποίησε γὰρ Ἐζεκίας τὸ ἀρεστὸν Κυρίῳ, καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, ἃς ἐνετείλατο Ἡσαΐας ὁ προφήτης ὁ μέγας, καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ. 23Ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος, καὶ προσέθηκε ζωὴν βασιλεῖ· 24Πνεύματι μεγάλῳ εἶδε τὰ ἔσχατα, καὶ παρεκάλεσε τοὺς πενθοῦντας ἐν Σιών. 25Ἕως τοῦ αἰῶνος ὑπέδειξε τὰ ἐσόμενα, καὶ τὰ ἀπόκρυφα πρινὴ παραγενέσθαι αὐτά.
Currently Selected:
ΣΕΙΡΑΧ 48: GRCBRENT
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
This work is in the PUBLIC DOMAIN. It is not copyrighted. You may not claim a copyright on this work.