YouVersion Logo
Search Icon

ΣΕΙΡΑΧ 46

46
1Κράταιος ἐν πολέμοις Ἰησοῦς Ναυῆ, καὶ διάδοχος Μωυσῆ ἐν προφητείαις· ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ, ἐκδικῆσαι ἐπεγειρομένους ἐχθροὺς, ὅπως κληρονομήσῃ τὸν Ἰσραήλ. 2Ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ, καὶ τῷ ἐκκλῖναι ῥομφαίαν ἐπὶ πόλεις; 3Τίς πρότερον αὐτοῦ οὕτως ἔστη; τοὺς γὰρ πολεμίους Κύριος αὐτὸς ἐπήγαγεν. 4Οὐχὶ ἐν χειρὶ αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος, καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο; 5Ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην, ἐν τῷ θλίψαι αὐτὸν ἐχθροὺς κυκλόθεν· καὶ ἐπήκουσεν αὐτῶν μέγος Κύριος. 6Ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς· κατέῤῥαξεν ἐπʼ ἔθνος πόλεμον, καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας· ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτῶν, ὅτι ἐναντίον Κυρίου ὁ πόλεμος αὐτοῦ, καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω δυνάστου.
7Καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος, αὐτὸς καὶ Χαλὲβ υἱὸς Ἰεφοννῆ, ἀντιστῆναι ἔναντι ἐχθροῦ, κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας, καὶ κοπάσαι γογγυσμὸν πονηρίας. 8Καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν, εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.
9Καὶ ἔδωκεν ὁ Κύριος τῷ Χαλὲβ ἰσχὺν, καὶ ἕως γήρους διέμεινεν αὐτῷ, ἐπιβῆναι αὐτὸν ἐπὶ ὕψος τῆς γῆς, καὶ τὸ σπέρμα αὐτοῦ κατέσχε κληρονομίαν· 10ὅπως ἴδωσι πάντες οἱ υἱοὶ Ἰσραὴλ, ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω Κυρίου. 11Καὶ οἱ κριταὶ ἕκαστος τῷ αὐτοῦ ὀνόματι, ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία, καὶ ὅσοι οὐκ ἀπεστράφησαν ἀπὸ Κυρίου, εἴη τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις· 12τὰ ὀστᾶ αὐτῶν ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν, καὶ τὸ ὄνομα αὐτῶν ἀντικαταλλασσόμένον ἐφ υἱοῖς δεδοξασμένων αὐτῶν.
13Ἠγαπημένος ὑπὸ Κυρίου αὐτοῦ Σαμουὴλ προφήτης Κυρίου κατέστησε βασιλείαν, καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτοῦ. 14Ἐν νόμῳ Κυρίου ἔκρινε συναγωγὴν, καὶ ἐπεσκέψατο Κύριος τὸν Ἰακώβ. 15Ἐν πίστει αὐτοῦ ἠκριβάσθη προφήτης, καὶ ἐγνώσθη ἐν πίστει αὐτοῦ πιστὸς ὁράσεως. 16Καὶ ἐπεκαλέσατο τὸν Κύριον δυνάστην, ἐν τῷ θλίψαι ἐχθροὺς αὐτοῦ κυκλόθεν, ἐν προσφορᾷ ἀρνὸς γαλαθηνοῦ. 17Καὶ ἐβρόντησεν ἀπʼ οὐρανοῦ Κύριος, καὶ ἐν ἤχῳ μεγάλῳ ἀκουστὴν ἐποίησε τὴν φωνὴν αὐτοῦ. 18Καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων, καὶ πάντας ἄρχοντας Φυλιστιείμ.
19Καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος ἐπεμαρτύρατο ἔναντι Κυρίου καὶ χριστοῦ, χρήματα καὶ ἕως ὑποδημάτων ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα· καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνθρωπος. 20Καὶ μετὰ τὸ ὑπνῶσαι αὐτὸν προεφήτευσε, καὶ ὑπέδειξε βασιλεῖ τὴν τελευτὴν αὐτοῦ, καὶ ἀνύψωσεν ἐκ γῆς τὴν φωνὴν αὐτοῦ, ἐν προφητείᾳ ἐξαλεῖψαι ἀνομίαν λαοῦ.

Currently Selected:

ΣΕΙΡΑΧ 46: GRCBRENT

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in