ΗΣΑΙΑΣ 8
8
1Καὶ εἶπε Κύριος πρὸς μὲ, λάβε σεαυτῷ τόμον καινοῦ μεγαλοῦ, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· 2Πάρεστι γάρ· καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν καὶ Ζαχαρίαν υἱὸν Βαραχίου. 3Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱόν· καὶ εἶπε Κύριός μοι, κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· 4Διότι πρινὴ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.
5Καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι· 6Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥασσὶν καὶ τὸν υἱὸν Ῥομελίου βασιλέα ἐφʼ ὑμῶν, 7διατοῦτο ἰδοὺ Κύριος ἀνάγει ἐφʼ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ, τὸ ἰσχυρὸν καὶ τὸ πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, 8καὶ ἀφελεῖ ἀπὸ τῆς Ιουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι· καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου, μεθʼ ἡμῶν ὁ Θεός.
9Γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς· ἰσχυκότες ἡττᾶσθε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. 10Καὶ ἣν ἂν βουλεύσησθε βουλὴν, διασκεδάσει Κύριος· καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθʼ ἡμῶν ὁ Θεός. 11Οὕτω λέγει Κύριος, Τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσι τῇ πορεὶᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου, λέγοντες, 12μήποτε εἴπωσι, σκληρόν· πᾶν γὰρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὕτος, σκληρόν ἐστι· τὸν δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε οὐδὲ μὴ ταραχθῆτε. 13Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος. 14κᾂν ἐπʼ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα, καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε, οὐδὲ ὡς πέτρας πτώματι· οἱ δὲ οἶκοι Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ἱερουσαλήμ. 15Διατοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ, καὶ πεσοῦνται καὶ συντριβήσονται, καὶ ἐγγιοῦσι, καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ. 16Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν.
17Καὶ ἐρεῖ, μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπʼ αὐτῷ. 18Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός· καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών.
19Καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς, ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν· οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσι; τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; 20Νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ.
21Καὶ ἥξει ἐφʼ ὑμᾶς σκληρὰ λιμὸς, καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηθήσεσθε. καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια· καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω, 22καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται· καὶ ἰδοὺ ἀπορία στενὴ, καὶ σκότος, θλίψις, καὶ στενοχωρία, καὶ σκότος ὥστε μὴ βλέπειν· καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ.
23Τοῦτο πρῶτον πίε· ταχὺ ποίει χώρα Ζαβυλὼν, ἡ γῆ Νεφθαλεὶμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν, καὶ πέραν τοῦ Ἰορδάνου Γαλιλαία τῶν ἐθνῶν.
Currently Selected:
ΗΣΑΙΑΣ 8: GRCBRENT
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
This work is in the PUBLIC DOMAIN. It is not copyrighted. You may not claim a copyright on this work.