YouVersion Logo
Search Icon

ΗΣΑΙΑΣ 12

12
1Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, Εὐλογῶ σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου, καὶ ἠλέησάς με. 2Ἰδοὺ ὁ Θεός μου σωτήρ μου, πεποιθὼς ἔσομαι ἐπʼ αὐτῷ, καὶ οὐ φοβηθήσομαι· διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν. 3Καὶ ἀντλήσατε ὕδωρ μετʼ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. 4Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὑμνεῖτε Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ· μιμνήσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. 5Ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. 6Ἀγαλλιᾶσθε, καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιὼν, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς.

Currently Selected:

ΗΣΑΙΑΣ 12: GRCBRENT

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in