YouVersion Logo
Search Icon

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 19

19
1Ἐὰν δὲ ἀφανίσῃ Κύριος ὁ Θεός σου τὰ ἔθνη, ἃ ὁ Θεὸς δίδωσί σοι τὴν γῆν, καὶ κατακληρονομήσητε αὐτοὺς, καὶ κατοικήσητε ἐν ταῖς πόλεσιν αὐτῶν, καὶ ἐν τοῖς οἴκοις αὐτῶν, 2τρεῖς πόλεις διαστελεῖς σεαυτῷ ἐν μέσῳ τῆς γῆς σου, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. 3Στόχασαί σοι τὴν ὁδὸν, καὶ τριμεριεῖς τὰ ὅρια τῆς γῆς σου, ἣν καταμερίζει σοι Κύριος ὁ Θεός σου, καὶ ἔσται καταφυγὴ παντὶ φονευτῇ. 4Τοῦτο δὲ ἔσται τὸ πρόσταγμα τοῦ φονευτοῦ, ὃς ἂν φύγῃ ἐκεῖ, καὶ ζήσεται, ὃς ἂν πατάξῃ τὸν πλησίον αὐτοῦ οὐκ εἰδῶς, καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς χθὲς καὶ τρίτης. 5Καὶ ὅς ἐὰν εἰσέλθῃ μετὰ τοῦ πλησίον εἰς τὸν δρυμὸν συναγαγεῖν ξύλα, καὶ ἐκκρουσθῇ ἡ χεὶρ αὐτοῦ τῇ ἀξίνῃ κόπτοντος τὸ ξύλον, καὶ ἐκπεσὸν τὸ σιδήριον ἀπὸ τοῦ ξύλου τύχῃ τοῦ πλησίον, καὶ ἀποθάνῃ, οὗτος καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων, καὶ ζήσεται. 6Ἵνα μὴ διώξας ὁ ἀγχιστεύων τοῦ αἵματος ὀπίσω τοῦ φονεύσαντος, ὅτι παρατεθέρμανται τῇ καρδίᾳ, καὶ καταλάβῃ αὐτὸν, ἐὰν μακροτέρα ἠ· ἡ ὁδὸς, καὶ πατάξῃ αὐτοῦ ψυχήν· καὶ τούτῳ οὐκ ἔστι κρίσις θανάτου, ὅτι οὐ μισῶν ἦν αὐτὸν πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης. 7Διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι τὸ ῥῆμα τοῦτο, λέγων, τρεῖς πόλεις διαστελεῖς σεαυτῷ.
8Ἐὰν δὲ ἐμπλατύνῃ Κύριος ὁ Θεός σου τὰ ὅριά σου, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δῷ σοι Κύριος πᾶσαν τὴν γῆν, ἣν εἶπε δοῦναι τοῖς πατράσι σου, 9ἐὰν ἀκούσῃς ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾷν Κύριον τὸν Θεόν σου, πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ πάσας τὰς ἡμέρας· προσθήσεις σεαυτῷ ἔτι τρεῖς πόλεις πρὸς τὰς τρεῖς ταύτας. 10Καὶ οὐκ ἐκχυθήσεται αἷμα ἀναίτιον ἐν τῇ γῇ, ἡ· Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, καὶ οὐκ ἔσται ἐν σοὶ αἵματι ἔνοχος.
11Ἐὰν δὲ γένηται ἐν σοὶ ἄνθρωπος μισῶν τὸν πλησίον, καὶ ἐνεδρεύσῃ αὐτὸν, καὶ ἐπαναστῇ ἐπʼ αὐτὸν, καὶ πατάξῃ αὐτοῦ ψυχὴν, καὶ ἀποθάνῃ, καὶ φύγῃ εἰς μίαν τῶν πόλεων τούτων· 12καὶ ἀποστελοῦσιν ἡ γερουσία τῆς πόλεως αὐτοῦ, καὶ λήμψονται αὐτὸν ἐκεῖθεν, καὶ παραδώσουσιν αὐτὸν εἰς χεῖρας τῶν ἀγχιστευόντων τοῦ αἵματος, καὶ ἀποθανεῖται. 13Οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπʼ αὐτῷ, καὶ καθαριεῖς τὸ αἷμα τὸ ἀναίτιον ἐξ Ἰσραὴλ, καὶ εὖ σοι ἔσται.
14Οὐ μετακινήσεις ὅρια τοῦ πλησίον, ἃ ἔστησαν οἱ πατέρες σου ἐν τῇ κληρονομίᾳ, ᾗ κατεκληρονομήθης ἐν τῇ γῇ, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ. 15Οὐκ ἐμμενεῖ μάρτυς εἷς μαρτυρῆσαι κατὰ ἀνθρώπου κατὰ πᾶσαν ἀδικίαν, καὶ κατὰ πᾶν ἁμάρτημα, καὶ κατὰ πᾶσαν ἁμαρτίαν, ἣν ἐὰν ἁμάρτῃ· ἐπὶ στόματος δύο μαρτύρων, καὶ ἐπὶ στόματος τριῶν μαρτύρων, στήσεται πᾶν ῥῆμα. 16Ἐὰν δὲ καταστῇ μάρτυς ἄδικος κατὰ ἀνθρώπου, καταλέγων αὐτοῦ ἀσέβειαν· 17καὶ στήσονται οἱ δύο ἄνθρωποι οἷς ἐστιν αὐτοῖς ἡ ἀντιλογία, ἔναντι Κυρίου, καὶ ἔναντι τῶν ἱερέων, καὶ ἔναντι τῶν κριτῶν, οἳ ἂν ὦσιν ἐν ταῖς ἡμέραις ἐκείναις· 18Καὶ ἐξετάσωσιν οἱ κριταὶ ἀκριβῶς, καὶ ἰδοὺ μάρτυς ἄδικος ἐμαρτύρησεν ἄδικα, ἀντέστη κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ· 19Καὶ ποιήσετε αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἐξαρεῖς τὸ πονηρὸν ἐξ ὑμῶν αὐτῶν. 20Καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται, καὶ οὐ προσθήσουσιν ἔτι ποιῆσαι κατὰ τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο ἐν ὑμῖν. 21Οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπʼ αὐτῷ· ψυχὴν ἀντὶ ψυχῆς, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος, χεῖρα ἀντὶ χειρὸς, πόδα ἀντὶ ποδός.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in