Μὴ φαγὼν καὶ ἐμπλησθεὶς, καὶ οἰκίας καλὰς οἰκοδομήσας καὶ κατοικήσας ἐν αὐταῖς, καὶ τῶν βοῶν σου καὶ τῶν προβάτων σου πληθυνθέντων σοι, ἀργυρίου καὶ χρυσίου πληθυνθέντος σοι, καὶ πάντων ὅσων σοι ἔσται πληθυνθέντων σοι, ὑψωθῇς τῇ καρδίᾳ, καὶ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου, τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας·