1
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 7:9
μετάφραση των εβδομήκοντα
Καὶ γνώσῃ, ὅτι Κύριος ὁ Θεός σου, οὗτος Θεός· Θεὸς πιστός, ὁ φυλάσσων διαθήκην καὶ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ εἰς χιλίας γενεάς
Compare
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 7:9
2
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 7:6
Ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου· καὶ σὲ προείλετο Κύριος ὁ Θεός σου εἶναι αὐτῷ λαὸν περιούσιον παρὰ πάντα τὰ ἔθνη, ὅσα ἐπὶ προσώπου τῆς γῆς.
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 7:6
3
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 7:8
Ἀλλὰ παρὰ τὸ ἀγαπᾷν Κύριον ὑμᾶς, καὶ διατηρῶν τὸν ὅρκον ὃν ὤμοσε τοῖς πατράσιν ὑμῶν, ἐξήγαγεν ὑμᾶς Κύριος ἐν χειρὶ κραταιᾷ, καὶ ἐλυτρώσατό σε Κύριος ἐξ οἴκου δουελίας, ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου.
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 7:8
4
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 7:7
Οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθνη, προείλετο Κύριος ὑμᾶς, καὶ ἐξελέξατο Κύριος ὑμᾶς· ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη.
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 7:7
5
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 7:14
Εὐλογητὸς ἔσῃ παρὰ πάντα τὰ ἔθνη· οὐκ ἔσται ἐν ὑμῖν ἄγονος, οὐδὲ στεῖρα, καὶ ἐν τοῖς κτήνεσί σου.
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 7:14
Home
Bible
Plans
Videos