Лого на YouVersion
Иконка за търсене

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7

7
The right attitude toward others
1»Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. 2Ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε· καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται#μετρηθησεται rell ¦ αντιμετρηθησεται N [10%] TR ὑμῖν. 3Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; 4Ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, ‹Ἄφες ἐκβάλω τὸ κάρφος ἀπὸ#απο f35 W [97%] RP,HF,OC,CP,TR ¦ εκ ℵB,N [3%] NU τοῦ ὀφθαλμοῦ σου,› καὶ ἰδού, ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; 5Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου,#την δοκον εκ του οφθαλμου σου f35 N,W [99.7%] RP,HF,OC,CP,TR ¦ ∼ 345612 ℵB,Cv [0.3%] NU καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
Analyze your audience
6»Μὴ δῶτε#δωτε rell ¦ δοτε [5%] CP τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων· μήποτε καταπατήσωσιν#καταπατησωσιν f35 ℵ [97%] RP,HF,OC,CP,TR ¦ καταπατησουσιν B,C,N,W [3%] NU αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.
Be persistent, yet considerate
7»Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.#υμιν rell ¦ ημιν OC 8Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. 9Ἢ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰν#εαν f35 N,W [97.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C [0.5%] NU ¦ αν [2%] αἰτήσῃ#αιτηση f35 N,W [98.5%] RP,HF,OC,CP,TR ¦ αιτησει ℵB [1.5%] NU ¦ αιτησεις C ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; 10Καὶ#και f35 N,W [85%] RP,HF,OC,TR ¦ η 1 ℵB,C [15%] CP,NU ἐὰν#εαν f35 N,W [97%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C [3%] NU ἰχθὺν αἰτήσῃ,#αιτηση f35 [97%] RP,HF,OC,CP,TR ¦ αιτησει ℵB,C,N,W [3%] NU μὴ ὄφιν ἐπιδώσει αὐτῷ; 11Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; 12Πάντα οὖν ὅσα ἂν#αν f35 B [98%] RP,HF,OC,CP,TR ¦ εαν ℵC,N,W [2%] NU θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος#ουτος rell ¦ ουτως [10%] CP γάρ ἐστιν ὁ Νόμος καὶ οἱ Προφῆται.
Eternal destiny
13»Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾿ αὐτῆς. 14Τί#τι f35 C,N,W (99%) RP,HF,OC,CP,NU ¦ οτι ℵ,TR ¦ οτι δε B στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.
A tree is known by its fruit
15»Προσέχετε δὲ#δε f35 C,W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB [1%] NU (N missing) ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασιν προβάτων, ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες. 16Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν#σταφυλην f35 W [99%] RP,HF,OC,CP,TR ¦ σταφυλας ℵB [1%] NU ¦ σταφυληνας C ἢ ἀπὸ τριβόλων σῦκα; 17Οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ. 18Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. 19Πᾶν οὖν#ουν f35 Cc [25%] ¦ --- ℵB,Cv,W [75%] RP,HF,OC,CP,TR,NU δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 20Ἄρα γε, ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.
We have to do the Father’s will
21»Οὐ πᾶς ὁ λέγων μοι, ‹Κύριε, Κύριε,› εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν#εν f35 W [97%] RP,HF,OC,CP,TR ¦ 1 τοις ℵB,C [3%] NU οὐρανοῖς. 22Πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ‹Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν,#προεφητευσαμεν f35 [98%] RP,HF,OC,CP,TR ¦ επροφητευσαμεν ℵB,C,W [2%] NU καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;› 23Καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι ‹Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾿ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.›
All face adversity—foundation determines outcome
24»Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ὁμοιώσω αὐτὸν#ομοιωσω αυτον f35 C,W [96%] RP,HF,OC,CP,TR ¦ ομοιωθησεται ℵB [4%] NU ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν τὴν οἰκίαν αὐτοῦ#την οικιαν αυτου f35 [98%] RP,HF,OC,CP,TR ¦ ∼ 312 ℵB,C,W [2%] NU ἐπὶ τὴν πέτραν. 25Καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσον#προσεπεσον f35 [93%] RP,HF,OC,CP,TR ¦ προσεπεσαν B,C [6%] NU ¦ προσεπεσεν ℵ ¦ προσεκρουσαν W ¦ two other variants [1%] τῇ οἰκίᾳ ἐκείνῃ· καὶ οὐκ ἔπεσεν, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. 26Καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν τὴν οἰκίαν αὐτοῦ#την οικιαν αυτου f35 C [98%] RP,HF,OC,CP,TR ¦ ∼ 312 ℵB,W [2%] NU ἐπὶ τὴν ἄμμον. 27Καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν· καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.»
Editorial comment
28Καὶ ἐγένετο ὅτε συνετέλεσεν#συνετελεσεν f35 [94%] RP,HF,OC,CP,TR ¦ ετελεσεν ℵB,C,W [6%] NU ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ, 29ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.#γραμματεις f35 C [95%] RP,HF,OC,CP,TR ¦ 1 αυτων ℵB,W [5%] NU

Избрани в момента:

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7: F35

Маркирай стих

Споделяне

Копиране

None

Искате ли вашите акценти да бъдат запазени на всички ваши устройства? Регистрирайте се или влезте